Aristotle Mirabilium auscultationes
EN Lat Orig
Book 152
§1 Λέγεται περὶ τὰ Τύανα ὓδωρ εἶναι ὁρκίου Διός (καλοῦσι δὲ αὐτὸ Ἀσβαμαῖον), οὗ πηγὴ ἀναδίδοται πάνυ ψυχρά. παφλάζει δὲ ὥσπερ οἱ λέβητες. Τοῦτο εὐόρκοις μὲν ἡδύ τε καὶ ἳλεων, ἐπιόρκοις δὲ παρὰ πόδας δίκη. Ἀποσκήπτει γὰρ καὶ εἰς ὀφθαλμοὺς καὶ εἰς χεῖρας καὶ ες πόδας, ἁλίσκονταί τε ὑδέροις καὶ φθόαις· καὶ οὐδὲ πρόσθεν ἀπελθεῖν δυνατόν, ἀλλαὐτόθι ἔχονται καὶ ὀλοφύρονται πρὸς τῷ ὕδατι, ὁμολογοῦντες ἐπιώρκησαν.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up