Aristotle Mirabilium auscultationes
EN Lat Orig
Book 137
§1 Ἐν τῇ Πηδασίᾳ τῆς Καρίας θυσία τῷ Διὶ συντελεῖται, ἐν πέμπουσιν αἶγά τινα, περὶ ἣν θαυμαστόν τί φασι γίγνεσθαι. Βαδίζουσα γὰρ ἐκ Πηδάσων σταδίους ἑβδομήκοντα διὄχλου πολλοῦ τοῦ θεωροῦντος οὔτε διαταράττεται κατὰ τὴν πορείαν οὔτἐκτρέπεται τῆς ὁδοῦ, δεδεμένη δὲ σχοινίῳ προπορεύεται τοῦ τὴν ἱερωσύνην ἔχοντος. Θαυμαστὸν δἐστὶ καὶ τὸ δύο κόρακας εἶναι διὰ τέλους περὶ τὸ τοῦ Διὸς ἱερόν, ἄλλον δὲ μηδένα προσιέναι πρὸς τὸν τόπον, καὶ τὸν ἕτερον αὐτῶν ἔχειν τὸ πρόσθεν τοῦ τραχήλου λευκόν.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up