Aristotle Mirabilium auscultationes
EN Lat Orig
Book 141
§1 Φασὶ τὸ Σκυθικὸν φάρμακον, ἀποβάπτουσι τοὺς ὀϊστούς, συντίθεσθαι ἐξ ἐχίδνης. Τηροῦσι δέ, ὡς ἔοικεν, οἱ Σκύθαι τὰς ἢδη ζῳοτοκούσας, καὶ λαβόντες αὐτὰς τήκουσιν ἡμέρας τινάς. Ὄταν δὲ ἱκανῶς αὐτοῖς δοκῇ σεσῆφθαι πᾶν, τὸ τοῦ ἀνθρώπου αἷμα εἰς χυτρίδιον ἐγχέοντες εἰς τὰς κοπρίας κατορύττουσι πωμάσαντες. Ὄταν δὲ καὶ τοῦτο σαπῇ, τὸ ὑφιστάμενον ἐπάνω τοῦ αἵματος, δή ἐστιν ὑδατῶδες, μιγνύουσι τῷ τῆς ἐχίδνης ἰχῶρι, καὶ οὕτω ποιοῦσι θανάσιμον.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up