Aristotle Mirabilium auscultationes
EN Lat Orig
Book 144
§1 Ἐν Μυσίᾳ φασὶν ἄρκτων τι γένος εἶναι λευκόν, αἳ ὅταν κυνηγῶνται, ἀφιᾶσι τοιαύτην πνοὴν ὥστε τῶν κυνῶν τὰς σάρκας σήπειν, ὡσαύτως δὲ καὶ τῶν λοιπῶν θηρίων, ἀβρώτους τε ποιεῖν. Εὰν δέ τις καὶ βιάσηται καὶ ἐγγίση, ἀφιᾶσιν ἐκ τοῦ σπόματος φλέγμα πάμπολύ τι, ὡς ἔοικεν, προσφυσᾷ πρὸς τὰ πρόσωπα τῶν κυνῶν, ὡσαύτως δὲ καὶ τῶν ἀνθρώπων, ὥστε καὶ ἀποπνίγειν καὶ ἀποτυφλοῦν.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up