Aristotle Mirabilium auscultationes
EN Lat Orig
Book 119
§1 θαυμαστὸν δέ τι καὶ παρὰ τοῖς Ἐνετοῖς φασὶ γίνεσθαι. Ἐπὶ γὰρ τὴν χώραν αὐτῶν πολλάκις κολοιῶν ἀναριθμήτους μυριάδας ἐπιφέρεσθαι καὶ τὸν σῖτον αὐτῶν σπειράνταων καταναλίσκειν· οἶς τοὺς Ἐνετοὺς πρὸ τοῦ ἐφίπτασθαι μέλλειν ἐπὶ τὰ μεθόρια τῆς γῆς προτιθέναι δῶρα, παντοδαπῶν καρπῶν καταβάλλοντας σπέρματα, ὧν ἐὰν μὲν γεύσωνται οἱ κολοιοί, οὐχ ὑπερβαίνουσιν ἐπὶ τὴν χώραν αὐτῶν, ἀλλοἴδασιν οἱ Ἐνετοὶ ὅτι ἔσονται ἐν εἰρήνη· ἐὰν δὲ μὴ γεύσαωνται, ὡσεὶ πολεμίων ἔφοδον αὑτοῖς γινομένην οὕτω προσδοκῶσιν.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up