Aristotle Mirabilium auscultationes
EN Lat Orig
Book 60
§1 τοῦ ζεύγους δὲ τῶν ἀετῶν θάτερον τῶν ἐγγόνων ἁλιαίετος γίνεται παραλλάξ, ἕως ἂν σύζυγα γένηται. Ἐκ δὲ ἁλιαιέτων φήνη γίνεται, ἐκ δὲ τούτων περκνοὶ καὶ γῦπες· οὗτοι δ᾽ οὐκέτι διορίζουσι περὶ τοὺς γῦπας, ἀλλὰ γεννῶσι τοὺς μεγάλους γῦπας· οὗτοι δ᾽ εἰσὶν ἄγονοι. Σημεῖον δὲ τοῦτο, διότι νεοττιὰν οὐδεὶς ἑώρακε γυπὸς μεγάλου.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up