Aristotle Mirabilium auscultationes
EN Lat Orig
Book 45
§1 Περὶ Παιονίαν λέγουσιν, ὅταν συνεχεῖς ὄμβροι γένωνται, εὑρίσκεσθαι περιτηκομένης τῆς γῆς χρυσὸν τὸν καλούμενον ἄπυρον. Λέγουσι δ᾽ ἐν τῇ Παιονίᾳ οὕτω χρυσίζειν τὴν γῆν ὥστε πολλοὺς εὑρηκέναι καὶ ὑπὲρ μνᾶν χρυσίου ὁλκήν. Τῷ δὲ βασιλεῖ τινά φασιν εὑρόντα ἀνενεγκεῖν δύο βώλους, τὸν μὲν τρεῖς μνᾶς ἄγοντα, τὸν δὲ πέντε· οὕς φασιν ἐπὶ τῆς τραπέζης αὐτῷ παρακεῖσθαι, καὶ ἐπ᾽ ἐκείνων πρῶτον, εἴ τι ἐσθίε, ἀπάρχεσθαι.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up