Aristotle Mirabilium auscultationes
EN Lat Orig
Book 178
§1 Δημάρατον Τιμαίου τοῦ Λοκροῦ ἀκουστὴν νοσήσαντα ἄφωνόν φασιν ἐπὶ δέκα γενέσθαι ἡμέρας· ἐν δὲ τῇ ἑνδεκάτῃ ἀνανήψας βραδέως ἐκ τῆς παρακοπῆς ἔφησεν ἐκεῖνον τὸν χρόνον ἥδιστα αὑτῷ βεβιῶσθαι.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up