Aristotle Mirabilium auscultationes
EN Lat Orig
Book 52
§1 Ἐν τοῖς περὶ Λυδίαν μετάλλοις τοῖς περὶ Πέργαμον, δὴ καὶ Κροῖσος εἰργάσατο, πολέμου τινὸς γενομένου κατέφυγον οἱ ἐργαζόμενοι ἐπ᾽ αὐτά, τοῦ δὲ στομίου ἐποικοδομηθέντος ἀπεπνίγησαν· καὶ ὕστερον χρόνῳ πολλῷ τῶν μετάλλων ἀνακαθαρθέντων εὑρέθη οἷς ἐχρῶντο ἀγγείοις πρὸς τὰς ὑπὸ χεῖρα χρείας ἀπολελιθωμένα, οἷον ἀμφορεῖς καὶ τὰ τοιουτότροπα. Ταῦτα δὴ πεπληρωμένα οὗ τινὸς ἔτυχον ὑγροῦ ἐλελίθωτο, καὶ προσέτι τὰ ὀστᾶ τῶν ἀνθρώπων.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up