Aristotle Mirabilium auscultationes
EN Lat Orig
Book 85
§1 Ἐκ τῆς Ἰταλίας φασὶν ἕως τῆς Κελτικῆς καὶ Κελτολιγύων καὶ Ἰβήρων εἶναί τινα ὁδὸν Ἡράκλειαν καλουμένην, δι᾽ ἧς ἐάν τε Ἕλλην ἐάν τε ἐγχώριός τις πορεύηται, τηρεῖσθαι ὑπὸ τῶν παροικούντων, ὅπως μηδὲν ἀδικηθῇ· τὴν γὰρ ζημίαν ἐκτίνειν καθ᾽ οὓς ἂν γένηται τὸ ἀδίκημα.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up