Aristotle Mirabilium auscultationes
EN Lat Orig
Book 120
§1 Ἐν δὲ τῇ Χαλκιδκῇ τῇ ἐπὶ Θρᾴκης πλησίον 'Ολύωθου φασὶν εἶναι Κανθαρώλεθρον ὀνομαζόμενον τόπον, μικρῷ μείζονα τὸ μέγεθος ἅλω, εἰς ὃν τῶν μὲν ἄλλων ζῴων ὅταν τι ἀφίκηται, πάλιν ἀπέρχεται, τῶν δὲ κανθάρων τῶν ἐλθόντων οὐδείς, ἀλλὰ κύκλῳ περιιόντες τὸ χωρίον λιμῷ τελευτῶσιν.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up