Aristotle › Mirabilium auscultationes
EN Lat Orig
Book 135
§1 Τοὺς πρώτους τῶν Φοινίκων ἐπὶ Ταρτησσὸν πλεύσαντας λέγεται τοσοῦτον ἀργύριον ἀντιφορτίσασθαι, ἔλαιον καὶ ἄλλον ναυτικὸν ῥῶπον εἰσαγαγόντας, ὥστε μηκέτι ἔχειν δύνασθαι μήτε ἐπιδέξασθαι τὸν ἄργυρον, ἀλλ’ ἀναγκασθῆναι ἀποπλέοντας ἐκ τῶν τόπων τά τε ἄλλα πάντα ἀργυρᾶ οἷς ἐχρῶντο κατασκευάσασθαι, καὶ δὴ καὶ τὰς ἀγκύρας πάσας.
Tap any Greek word to look it up
An open-access project
—

Tap any Greek word to look it up