Aristotle Mirabilium auscultationes
EN Lat Orig
Book 73
§1 Ἐν Ἡρακλείᾳ δὲ τῇ ἐν τῷ Πόντῳ καὶ ἐν Ῥηγίῳ γίνεσθαί φασιν ὀρυκτοὺς ἰχθῦς, τούτους δὲ μάλιστα κατὰ τὰ ποτάμια καὶ τὰ ἔνυδρα χωρία. Συμβαίνεν δέ ποτε ἀναξηραινομένων τῶν χωρίων κατά τινας χρόνους συστέλλεσθαι κατὰ γῆς, εἶτα μᾶλλον ἀναξηραινομένης διώκοντας τὴν ὑγρότητα διίεσθαι εἰς τὴν ὕλην, εἶτα ξηραινομένης διαμένειν ἐν τῇ ἰκμάδι, ὥσπερ τὰ ἐν ταῖς φωλεαῖς διαρκοῦντα. Ὅταν δὲ ἀνασκάπτωνται πρὶν τὰ ὕδατα ἐπιγενέσθαι, τότε κινεῖσθαι.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up