Aristotle Mirabilium auscultationes
EN Lat Orig
Book 146
§1 Κατὰ δὲ Συρίαν εἶνα τί φασι ζῷον καλεῖται λεοντοφόνον· ἀποθνήσκει γὰρ λέων, ὡς ἔοικεν, ὅταν αὐτοῦ φάγῃ. Ἐκὼν μὲν οὖν τοῦτο οὐ ποιεῖ, ἀλλὰ φεύγει τὸ ζῷον· ὅταν δὲ συλλαβόντες αὠτὸ οἱ κυνηγέται καὶ ὀπτήσαντες ὥσπερ ἄλφιτα λευκὰ περιπάσσωσιν ἄλλῳ ζῴῳ, γευσάμενον ἀπόλλυσθαί φασι παραχρῆμα. Κακοῖ καὶ προσουροῦν τὸν λέοντα τοῦτο τὸ ζῷον.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up