Julian Epistolae
EN Lat Orig
Fragmentum Epistolae [= 89b] Πρίσκῳ Εὐμενίῳ καὶ Φαριανῷ Ὀριβασίῳ Πρίσκῳ Ἀλυπίῳ ἀδελφῷ Καισαρίου Τῷ αὐτῷ Μαξίμῳ φιλοσόφῳ Ἰουλιανῷ θείῳ Ἰουλιανὸς Εὐθηρίῳ Ἰουλιανὸς Λεοντίῳ Μαξίμῳ φιλοσόφῳ Ἑρμογένει ἀποϋπάρχῳ Αἰγύπτου Προαιρεσίῳ Ἀετίῳ ἐπισκόπῳ Θεοδώρῳ ἀρχιερεῖ. Ζήνωνι. Book 18 Book 19 Ἰουλιανὸς Θεοδώρῳ ἀρχιερεῖ. Αὐτοκράτωρ Καῖσαρ Ἰουλιανὸς Μέγιστος Σεβαστὸς Ἀλεξανδρέων τῷ δήμῳ Ἀρσακίῳ ἀρχιερεῖ Γαλατίας. Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἀλεξανδρεῦσι διάταγμα Εὐαγρίῳ Βασιλείῳ Θρᾳξίν Ἀνεπίγραφος ὑπὲρ Ἀργείων Ἰουλιανῷ θείῳ Ἰουλιανὸς Φιλίππῳ Ἰουλιανοῦ νόμος περὶ τῶν ἰατρῶν. Θεοδώρᾳ. Θεοδώρᾳ τῇ αἰδεσιμωτάτῃ. Book 34 Ἀριστοξένῳ φιλοσόφῳ. Book 36 Ἀταρβίῳ Ἰουλιανοῦ τοῦ παραβάτου πρὸς Πορφύριον Βυζακίοις Ἑκηβολίῳ Βοστρηνοῖς Καλλιξείνῃ Εὐσταθίῳ φιλοσόφῳ Εὐσταθίῳ φιλοσόφῳ Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἀλεξανδρεῦσιν Ἀλεξανδρεῦσιν Ἐκδικίῳ Διονυσίῳ Ἰουδαίων τῷ κοινῷ Λιβανίῳ Λιβανίῳ Εὐστοχίῳ Book 56 Ἀρσάκῃ Ἀρμενίων σατράπῃ Λιβανίῳ σοφιστῇ καὶ κοιαίστωρι Μαξίμῳ φιλοσόφῳ Εὐγενίῳ φιλοσόφῳ Σωπάτρῳ Εὐκλείδῃ φιλοσόφῳ Ἑκηβολίῳ Λουκιανῷ σοφιστῇ Ἐλπιδίῳ φιλοσόφῳ Γεωργίῳ Καθολικῷ Γεωργίῳ Καθολικῷ Δοσιθέῳ Ἱμερίῳ Διογένει Γρηγορίῳ ἡγεμόνι Πλουτάρχῳ Μαξιμίνῳ Ιαμβλίχῳ τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Σαραπίωνι τῷ λαμπροτάτῳ Βασιλείῳ Γάλλος καῖσαρ Ἰουλιανῷ ἀδελφῷ χαίρειν Ιουλιανῷ Εὐστάθιος φιλόσοφος
Σαραπίωνι τῷ λαμπροτάτῳ
§1 Ἄλλοι μὲν ἄλλως τὰς πανηγύρεις νομίζουσιν, ἐγὼ δὲ ἡδύ σοι γλυκείας ἑορτῆς σύνθημα τῶν ἐπιχωρίων ἰσχάδων μακροκέντρους ἑκατὸν ἐκπέμπω, τῷ μὲν τοῦ δώρου μεγέθει μικράν, τῷ κάλλει δὲ ἴσως ἀρκοῦσαν ἡδονὴν μνηστεύων. Ἀριστοφάνει μὲν οὖν δοκεῖ εἶναι πλὴν μέλιτος τῶν ἄλλων γλυκύτερον τὰς ἰσχάδας, καὶ οὐδὲ τοῦτἀνέχεται τῶν ἰσχάδων εἶναι γλυκύτερον, ὡς αὐτὸς ἐπικρίνας λέγει· Ἡροδότῳ δὲ ἄρα τῷ συγγραφεῖ πρὸς ἐπίδειξιν ἐρημίας ἀληθοῦς ἤρκεσεν εἰπόντι Παροἷς οὔτε σῦκά ἐστιν οὔτε ἄλλο ἀγαθὸν οὐδέν, ὡς ἄροὔτε ἄλλου τινὸς ἐν καρποῖς ἀγαθοῦ προτέρου τῶν σύκων ὄντος, οὔτε ἔτι πάντως ἀγαθοῦ δέον τοῖς παροἷς ἂν τὸ σῦκον. Ὅμηρος δὲ σοφὸς τὰ μὲν ἄλλα τῶν καρπῶν εἰς μέγεθος χρόαν κάλλος ἐπαινεῖ, μόνῳ δὲ τῷ σύκῳ τὴν τῆς γλυκύτητος ἐπωνυμίαν συγχωρεῖ. καὶ τὸ μέλι χλωρὸν καλεῖ, δεδιὼς μὴ λάθῃ γλυκὺ προσειπών, καὶ πικρὸν εἶναι πολλαχοῦ συμβαίνει· τῷ σύκῳ δὲ ἄρα μόνῳ ἀποδίδωσι τὴν οἰκείαν εὐφημίαν, ὥσ περτῷ νέκταρι, διότι καὶ μόνον γλυκὺ τῶν ἄλλων ἐστί. καὶ μέλι μὲν Ἱπποκράτης φησὶ γλυκὺ μὲν εἶναι τὴν αἴσθησιν, πικρὸν δὲ πάντως τὴν ἀνάδοσιν, καὶ οὐκ ἀπιστῶ τῷ λόγῳ· χολῆς γὰρ αὐτὸ ποιητικὸν εἶναι ξύμπαντες ὁμολογοῦσι καὶ τρέπειν τοὺς χυμοὺς εἰς τοὐναντίον τῆς γεύσεως. δὴ καὶ μᾶλλον τῆς ἐκ φύσεως αὐτοῦ πικρότητος κατηγορεῖ τὴν γένεσιν· οὐ γὰρ ἂν εἰς τοῦτο μετέβαλλεν πικρόν ἐστιν, εἰ μὴ καὶ πάντως αὐτῷ προσῆν ἐξ ἀρχῆς τοῦτο, ἀφοὗ πρὸς τὸ ἕτερον μετέπιπτε. σῦκον δὲ οὐκ αἰσθήσει μόνον ἡδύ, ἀλλὰ καὶ ἀναδόσει κρεῖττόν ἐστιν. οὕτω δέ ἐστιν ἀνθρώποις ὠφέλιμον, ὥστε καὶ ἀλεξιφάρμακον αὐτὸ παντὸς ὀλεθρίου φαρμάκου φησὶν Ἀριστοτέλης εἶναι, κἀν τοῖς δείπνοις οὐκ ἄλλου τινὸς τούτου χάριν τῶν ἐδεσμάτων προπαρατίθεσθαί τε καὶ ἐπιτραγηματίζεσθαι, καθάπερ ἀντἄλλης τινὸς ἀλεξήσεως ἱερᾶς ταῖς τῶν βρωμάτων ἀδικίαις περιπτυσσόμενον. καὶ μὴν ὅτι καὶ θεοῖς τὸ σῦκον ἀνάκειται, καὶ θυσίας ἐστὶν ἁπάσης ἐμβώμιον, καὶ ὅτι παντὸς λιβανωτοῦ κρεῖττον ἐς θυμιάματος σκευασίαν ἐστίν, οὐκ ἐμὸς ἴδιος οὗτος λόγος, ἀλλὅστις τὴν χρείαν αὐτοῦ ἔμαθεν, οἶδεν ὡς ἀνδρὸς σοφοῦ καὶ ἱεροφάντου λόγος ἐστί. Θεόφραστος δὲ καλὸς ἐν γεωργίας παραγγέλμασι τὰς τῶν ἑτεροφύτων δένδρων γενέσεις ἐκτιθεὶς καὶ ὅσα ἀλληλούχοις ἐγκεντρίσεσιν εἴκει, πάντων, οἶμαι, τῶν φυτῶν μᾶλλον ἐπαινεῖ τῆς συκῆς τὸ δένδρον ὡς ἂν ποικίλης καὶ διαφόρου γενέσεως δεκτικὸν καὶ μόνον τῶν ἄλλων εὔκολον παντοίου γένους ἐνεγκεῖν βλάστην, εἴ τις αὐτοῦ τῶν κλάδων ἐκτεμὼν ἕκαστον, εἶτα ἐκρήξας ἄλλην ἐς ἄλλο τῶν πρέμνων ἐμφυῆ γονὴν ἐναρμόσειεν, ὡς ἀρκεῖν ἤδη πολλάκις αὐτοῦ καὶ ἀνθὁλοκλήρου κήπου τὴν ὄψιν, οἷον ἐν λειμῶνι χαριεστάτῳ ποικίλην τινὰ καὶ πολυειδῆ τῶν καρπῶν ἀφἑαυτοῦ τὴν ἀγλαΐαν ἀντιπεπομφότος. καὶ τὰ μὲν ἄλλα τῶν ἀκροδρύων ἐστὶν ὀλιγοχρόνια καὶ τὴν μονὴν οὐκ ἀνέχεται, μόνῳ δὲ τῷ σύκῳ καὶ ὑπερενιαυτίζειν ἔξεστι καὶ τῇ τοῦ μέλλοντος καρποῦ γενέσει συνενεχθῆναι. ὥστε φησὶ καὶ Ὅμηρος ἐν Ἀλκίνου κήπῳ τοὺς καρποὺς ἀλλήλοις ἐπιγηράσκειν. ἐπὶ μὲν οὖν τῶν ἄλλων ἴσως ἂν μῦθος ποιητικὸς εἶναι δόξειε· μόνῳ δὲ τῷ σύκῳ πρὸς τὸ τῆς ἀληθείας ἐναργὲς ἂν συμφέροιτο, διότι καὶ μόνον τῶν ἄλλων καρπῶν ἐστὶ μονιμώτερον. τοιαύτην δὲ ἔχον, οἶμαι, τὸ σῦκον τὴν φύσιν, πολλῷ κρεῖττόν ἐστι παρἡμῖν τὴν γένεσιν, ὡς εἶναι τῶν μὲν ἄλλων φυτῶν αὐτὸ τιμιώτερον, αὐτοῦ δὲ τοῦ σύκου τὸ παρἡμῖν θαυμασιώτερον, καὶ νικᾶν μὲν αὐτὸ τῶν ἄλλων τὴν γένεσιν, αὖθις δὑπὸ τοῦ παρἡμῖν ἡττᾶσθαι καὶ τῇ πρὸς ἑκάτερον ἐγκρίσει πάλιν σώζεσθαι, κρατοῦντι μὲν ἐοικός, οἷς δαὖ κρατεῖσθαι δοκεῖ, πάλιν ἐς τὸ καθόλου νικῶντι. καὶ τοῦτο οὐκ ἀπεικότως παρἡμῖν μόνοις συμβαίνει· ἔδει γὰρ, οἶμαι, τὴν Διὸς πόλιν ἀληθῶς καὶ τὸν τῆς ἑῴας ἁπάσης ὀφθαλμόν· τὴν ἱερὰν καὶ μεγίστην Δαμασκὸν λέγω· τοῖς τε ἄλλοις σύμπασιν, οἷον ἱερῶν κάλλει καὶ νεῶν μεγέθει καὶ ὡρῶν εὐκρασίᾳ καὶ πηγῶν ἀγλαΐᾳ, καὶ ποταμῶν πλήθει καὶ γῆς εὐφορίᾳ νικῶσαν μόνην ἄρα καὶ τῷ τοιούτῳ φυτῷ πρὸς τὴν τοῦ θαύματος ὑπεροχὴν ἀρκέσαι. οὐδὲν οὖν ἀνέχεται μεταβολῆς τὸ δένδρον, οὐδὲ ὑπερβαίνει τοὺς ἐπιχωρίους ὅρους τῆς βλάστης, ἀλλαὐτόχθονος φυτοῦ νόμῳ τὴν ἐξ ἀποικίας γένεσιν ἀρνεῖται. καὶ χρυσὸς μὲν, οἶμαι, καὶ ἄργυρος αὐτὸς πολλαχοῦ φύεται, μόνη δὲ παρἡμῖν χώρα τίκτει φυτὸν ἀλλαχοῦ φῦναι μὴ δυνάμενον. ὥσπερ δὲ τὰ ἐξ Ἰνδῶν ἀγώγιμα καὶ οἱ Περσικοὶ σῆρες ὅσα ἐν τῇ Αἰθιόπων γῇ τίκτεται μὲν καὶ λέγεται, τῷ δὲ τῆς ἐμπορίας νόμῳ πανταχοῦ διαβαίνει· οὕτω δὴ καὶ τὸ παρἡμῖν σῦκον, ἀλλαχοῦ τῆς γῆς οὐ γινόμενον, πανταχοῦ παρἡμῶν στέλλεται, καὶ οὔτε πόλις οὔτε νῆσός ἐστιν, ἣν οὐκ ἐπέρχεται τῷ τῆς ἡδονῆς θαύματι. ἀλλὰ καὶ τράπεζαν βασιλικὴν κοσμεῖ, καὶ παντὸς δείπνου σεμνόν ἐστιν ἐγκαλλώπισμα, καὶ οὔτἔνθρυπτον οὔτε στρεπτὸν οὔτε νεήλατον οὔτε ἄλλο καρυκείας γένος ἥδυσμα ἴσον ἂν ἀφίκηται· τοσοῦτον αὐτῷ τῶν τε ἄλλων ἐδεσμάτων καὶ δὴ καὶ τῶν ἑκασταχοῦ σύκων περίεστι τοῦ θαύματος. καὶ τὰ μὲν ἄλλα τῶν σύκων ὀπωρινὴν ἔχει τὴν βρῶσιν τερσαινόμενα ἐς τὸ ταμεῖον ἔρχεται, τὸ δὲ παρἡμῖν μόνον ἀμφοτερίζει τῇ χρείᾳ, καὶ καλὸν μέν ἐστιν ἐπιδένδριον, πολλῷ δὲ κάλλιον, εἰ ἐς τὴν τερσιὰν ἔλθοι. εἰ δὲ καὶ τὴν ὥραν αὐτοῦ τὴν ἐν τοῖς δένδροις ὀφθαλμῷ λάβοις, καὶ ὅπως ἑκάστου τῶν πρέμνων ἐπιμήκεσι τοῖς κέντροις οἱονεὶ καλύκων δίκην ἀπήρτηται, ὅπως ἐν κύκλῳ περιθεῖ τῷ καρπῷ τὸ δένδρον, ἄλλας ἐπἄλλαις ἐν στόιχῳ περιφερεῖ πολυειδεῖς ἀγλαΐας μηχανᾶσθαι φαίης ἂν αὐτὸ καθάπερ ἐν ὅρμῳ δέρης. αἱ δὲ τῶν δένδρων ἐξαιρέσεις αὐτοῦ καὶ πρὸς χρονίαν μονὴν ἐπιτέχνησις οὐκ ἐλάττονα τῆς ἐς τὴν χρείαν ἡδονῆς ἔχει τὴν φιλοτιμίαν· οὐ γὰρ ὥσπερ τὰ ἄλλα τῶν σύκων ὁμοῦ καὶ κατὰ ταὐτὸν ἔρριπται, οὐδὲ σωρηδὸν χύδην ἡλίῳ τερσαίνεται, ἀλλὰ πρῶτον μὲν ἠρέμα τῶν δένδρων αὐτὰ ταῖς χερσὶν ἀποδρέπουσιν, ἔπειτα ὅρπηξιν ῥάβδοις ἀκανθώδεσι τῶν τοίχων ἀπαρτῶσιν, ἵνα λευκαίνηται μὲν ἡλίῳ καθαρῷ προσομιλοῦντα, μένῃ δἀνεπιβούλευτα τῶν ζῴων καὶ τῶν ὀρνιθίων, οἱονεὶ τῶν κέντρων τῇ ἀλεξήσει δορυφορούμενα. καὶ περὶ μὲν γενέσεως αὐτῶν καὶ γλυκύτητος καὶ ὥρας καὶ ποιήσεως καὶ χρείας ταῦτά σοι παρἡμῶν ἐπιστολὴ προσπαίζει.
§2 γε μὴν τῶν ἑκατὸν ἀριθμὸς ὡς ἔστι τῶν ἄλλων τιμιώτερος καὶ τὸ τέλεον ἐν αὑτῷ τῶν ἀριθμῶν περιγράφων, μάθοι ἄν τις θεωρῶν τῇδε. καὶ οὐκ ἀγνοῶ μὲν ὡς παλαιῶν καὶ σοφῶν ἀνδρῶν λόγος, τοῦ ἀρτίου τὸν περιττὸν προκεῖσθαι, οὐδὲ ὡς ἀρχήν φασιν αὐξήσεως εἶναι τὸ μὴ συνδυάζον· τὸ γὰρ ὅμοιον θατέρῳ μένειν ὁποῖον καὶ τὸ ἕτερον, δυοῖν δὲ γενομένοιν τὸν τρίτον εἶναι τὴν περιττότητα. ἐγὼ δἄν, εἰ καὶ τολμηρότερος λόγος ἐστί, φαίην ὅμως· ἀρχῆς μὲν εἰσιν οἱ ἀριθμοὶ πάντως ἐξηρτημένοι, καὶ τὸ προσεχὲς τῆς αὐξήσεως διὰ παντὸς ἂν κομίζοιντο. πολλῷ γε μὴν οἶμαι δικαιότερον τῷ ἀρτίῳ μᾶλλον τῷ περιττῷ τὴν τῆς αὐξήσεως αἰτίαν προσκεῖσθαι. μὲν γὰρ εἷς ἀριθμὸς οὐκ ἂν εἴη περιττός, οὐκ ἔχων ὅτου περιττὸς γένοιτο· δὲ τῆς δυάδος συζυγία τίκτει διπλῆν τὴν περιττότητα, κἀκ τῶν δυοῖν ἀριθμῶν τρίτος εἰκότως εἰς αὔξησιν ἔρχεται. πάλιν τε ἐν τῇ τῆς ἑτέρας δυάδος μίξει τῆς τετράδος τὴν ὑπεροχὴν λαμβάνει, καὶ ὅλως πρὸς ἄλληλα κοινωνία τὴν ἐξ ἑκατέρου περιττότητα φαίνουσα εἰς τὸν τῆς δυάδος ἀριθμὸν περικλείεται. δεδομένου δὴ τούτου, φαίην ἂν, οἶμαι, τῆς πρώτης δεκάδος τὴν εἰς αὑτὴν περιφέρειαν ἀνακυκλούσης εἰς τὸν τῆς ἑκατοντάδος ἀριθμὸν τὸ ὅλον διαβαίνειν, ὡς τῷ μὲν ἑνὶ τὴν αὔξησιν ἂν εἰς δέκα συντείνειν, πάλιν δαὖ τὴν δεκάδα διαὑτῆς ἀνιοῦσαν εἰς τὸν τῶν ἑκατὸν ἀριθμὸν συντελεῖσθαι. κἀντεῦθεν αὖ πάλιν ἐξ ἑκατοντάδων τὸ ὅλον τῶν ἀριθμῶν τὴν δύναμιν καρποῦσθαι, μήτε τοῦ ἑνὸς ἠρεμοῦντος, εἰ μή τι τῆς δυάδος ἐν τῇ μίξει τὸ περιττὸν ἀεὶ τικτούσης τε καὶ εἰς ἑαυτὴν αὖθις ἀνακαλουμένης, ἄχρις ἂν ἑτέρᾳ πάλιν ἑκατοντάδι τῶν ἀριθμῶν τὸ συναγόμενον κατακλείσῃ, καὶ τὸ τέλεον αὐτῷ προσάπτουσα πάλιν ἐξ αὐτοῦ πρὸς τὸ ἕτερον ἑρπύσῃ, ταῖς τῶν ἑκατοντάδων ἐπηγορίαις ἀεὶ τὸ ὅλον εἰς τὸ τῆς καταλήψεως ἄπειρον ἀναφέρουσα. δοκεῖ δέ μοι καὶ Ὅμηρος οὐχ ἁπλῶς οὐδὲ ἀργῶς ἐν τοῖς ἔπεσι τὴν ἑκατονταθύσανον αἰγίδα τῷ Διὶ περιθεῖναι, ἀλλά τινι κρείττονι καὶ ἀπορρήτῳ λόγῳ τοῦτο αἰνίττεσθαι λέγων, ὡς ἄρα τῷ τελεωτάτῳ θεῷ τὸν τελεώτατον ἀριθμὸν περιάψειε καὶ μόνῳ παρὰ τοὺς ἄλλους ἂν δικαιότερον κοσμοῖτο, ὅτι τὸν ξύμπαντα κόσμον, ὃν εἰς αἰγίδος σχῆμα τῷ τῆς εἰκόνος περιφερεῖ ξυνείληφεν, οὐκ ἄλλος πως τῶν ἑκατὸν ἀριθμὸς περιγράφει, τῇ κατὰ κύκλον ἑκατοντάδι τὴν ἐς τὸ ὅλον τοῦ νοητοῦ κατανόησιν ἐφαρμόττων. δαὐτὸς λόγος οὗτος καὶ τὸν ἑκατοντάχειρα, τὸν Βριάρεω, καθίζει πάρεδρον τῷ Διί, καὶ πρὸς τὴν τοῦ πατρὸς ἁμιλλᾶσθαι συγχωρεῖ δύναμιν, οἷον ἐν τῷ τοῦ ἀριθμοῦ τελέῳ τὸ τέλεον αὐτῷ τῆς ἰσχύος ἀποδιδούς. καὶ μὴν καὶ Πίνδαρος Θηβαῖος τὴν ἀναίρεσιν τὴν Τυφωέως ἐν ἐπινικίοις κηρύττων καὶ τὸ τοῦ μεγίστου τούτου γίγαντος κράτος τῷ μεγίστῳ βασιλεῖ τῶν θεῶν περιτιθεὶς οὐχ ἑτέρωθεν αὐτῷ τῆς εὐφημίας κρατύνει τὴν ὑπερβολὴν ὅτι τὸν γίγαντα τὸν ἑκατοντακέφαλον ἑνὶ βλήματι καθελεῖν ἤρκεσεν, ὡς οὔτε τινὸς ἄλλου εἰς χεῖρα τοῦ Διὸς ἐλθεῖν ἀντιμάχου γίγαντος νομισθέντος ὃν μήτηρ μόνον τῶν ἄλλων ἑκατὸν κεφαλαῖς ὥπλισεν, οὔτε ἑτέρου τινὸς θεῶν μόνου Διὸς ἀξιονικοτέρου πρὸς τὴν τοῦ τοσούτου γίγαντος καθαίρεσιν ὄντος. Σιμωνίδῃ δὲ ἄρα τῷ μελικῷ πρὸς τὴν Ἀπόλλωνος εὐφημίαν ἀρκεῖ τὸν θεὸν Ἕκατον προσειπόντι καὶ καθάπερ ἀντἄλλου τινὸς ἱεροῦ γνωρίσματος αὐτοῦ τὴν ἐπωνυμίαν κοσμῆσαι, διότι τὸν Πύθωνα, τὸν δράκοντα, βέλεσιν ἑκατόν, ὥς φησιν, ἐχειρώσατο, καὶ μᾶλλον αὐτὸν Ἕκατον Πύθιον χαίρειν προσαγορευόμενον, οἷον ὁλοκλήρου τινὸς ἐπωνυμίας συμβόλῳ προσφωνούμενον. γε μὴν τὸν Δία θρεψαμένη νῆσος, Κρήτη, καθάπερ τροφεῖα τῆς Διὸς ὑποδοχῆς ἀντιλαβοῦσα τῷ τῶν ἑκατὸν πόλεων ἀριθμῷ τετίμηται. καὶ Θήβας δὲ ἄρα τὰς ἑκατονταπύλους οὐκ ἄλλου τινὸς τούτου χάριν ἐπαινεῖ Ὅμηρος, διότι ταῖς πύλαις ταῖς ἑκατὸν κάλλος ἦν θαυμαστόν. καὶ σιωπῶ θεῶν ἑκατόμβας καὶ νεὼς ἑκατονταπέδους καὶ βωμοὺς ἑκατοντακρήπιδας καὶ τοὺς ἑκατονταδόχους ἀνδρῶνας καὶ τὰς ἀρούρας δὲ τὰς ἑκατονταπλέθρους καὶ ὅσα ἄλλα θεῖά τε καὶ ἀνθρώπινα τῇ τοῦ ἀριθμοῦ τοῦδε προσηγορίᾳ συνείληπται. γε μὲν ἀριθμὸς οὗτος οἶδε καὶ στρατιωτικὴν ὁμοῦ καὶ εἰρηνικὴν τάξιν κοσμῆσαι, καὶ φαιδρύνει μὲν τὴν ἑκατόντανδρον λοχαγίαν, τιμᾷ δὲ ἥδε καὶ δικαστῶν ἐς τὸ ἴσον ἥκουσαν ἐπωνυμίαν. καί με καὶ πλείω τούτων ἔχοντα λέγειν τῆς ἐπιστολῆς ἐπιστρέφει νόμος· σὺ δὲ ἀλλὰ συγγνώμην ἔχειν τῷ λόγῳ, διότι καὶ ταῦτα πλείω τῶν ἱκανῶν εἴρηται. καὶ εἰ μὲν ἔχει μέτριον ἐπὶ σοὶ κριτῇ κάλλος τὸ ἐγχείρημα, πάντως καὶ πρὸς τοὺς ἄλλους ἔκφορον ἔσται, τῆς παρὰ σοῦ ψήφου τὴν μαρτυρίαν δεξάμενον· εἰ δὲ χειρὸς ἑτέρας προσδεῖται πρὸς τὸ τοῦ σκοποῦ συμπλήρωμα, τίς ἂν σοῦ κάλλιον εἰδείη τὴν γραφὴν εἰς κάλλος ἀκριβώσας πρὸς τὴν τῆς θέας ἡδονὴν ἀπολεᾶναι;
Tap any Greek word to look it up
An open-access project
Hertlein 1913
Teubner
Hertlein, Teubner, 1913 · 1913-1923
The Editor

Friedrich Karl Hertlein (1825–1882) was a German classical scholar who produced the Teubner editions of the Emperor Julian's works. His editions of Julian's orations, letters, and philosophical writings provided the first modern critical texts of this fascinating 4th-century emperor-philosopher, whose attempt to restore traditional Roman religion earned him the epithet "the Apostate."

About This Edition

Hertlein's Teubner edition of Julian, published in two volumes (1875–1876), established the critical text of Julian's surviving works based on systematic manuscript collation. The Budé edition by J. Bidez and others (1924–1964) has since provided a more thorough treatment of the manuscript tradition, but Hertlein's text remains the basis on which later editions were built.

Translator

Wilmer Cave Wright (Loeb Classical Library)

Text Basis

Text based on the Teubner edition (Hertlein). Wright translated for the Loeb Classical Library.

Tap any Greek word to look it up