Julian Epistolae
EN Lat Orig
Fragmentum Epistolae [= 89b] Πρίσκῳ Εὐμενίῳ καὶ Φαριανῷ Ὀριβασίῳ Πρίσκῳ Ἀλυπίῳ ἀδελφῷ Καισαρίου Τῷ αὐτῷ Μαξίμῳ φιλοσόφῳ Ἰουλιανῷ θείῳ Ἰουλιανὸς Εὐθηρίῳ Ἰουλιανὸς Λεοντίῳ Μαξίμῳ φιλοσόφῳ Ἑρμογένει ἀποϋπάρχῳ Αἰγύπτου Προαιρεσίῳ Ἀετίῳ ἐπισκόπῳ Θεοδώρῳ ἀρχιερεῖ. Ζήνωνι. Book 18 Book 19 Ἰουλιανὸς Θεοδώρῳ ἀρχιερεῖ. Αὐτοκράτωρ Καῖσαρ Ἰουλιανὸς Μέγιστος Σεβαστὸς Ἀλεξανδρέων τῷ δήμῳ Ἀρσακίῳ ἀρχιερεῖ Γαλατίας. Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἀλεξανδρεῦσι διάταγμα Εὐαγρίῳ Βασιλείῳ Θρᾳξίν Ἀνεπίγραφος ὑπὲρ Ἀργείων Ἰουλιανῷ θείῳ Ἰουλιανὸς Φιλίππῳ Ἰουλιανοῦ νόμος περὶ τῶν ἰατρῶν. Θεοδώρᾳ. Θεοδώρᾳ τῇ αἰδεσιμωτάτῃ. Book 34 Ἀριστοξένῳ φιλοσόφῳ. Book 36 Ἀταρβίῳ Ἰουλιανοῦ τοῦ παραβάτου πρὸς Πορφύριον Βυζακίοις Ἑκηβολίῳ Βοστρηνοῖς Καλλιξείνῃ Εὐσταθίῳ φιλοσόφῳ Εὐσταθίῳ φιλοσόφῳ Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἀλεξανδρεῦσιν Ἀλεξανδρεῦσιν Ἐκδικίῳ Διονυσίῳ Ἰουδαίων τῷ κοινῷ Λιβανίῳ Λιβανίῳ Εὐστοχίῳ Book 56 Ἀρσάκῃ Ἀρμενίων σατράπῃ Λιβανίῳ σοφιστῇ καὶ κοιαίστωρι Μαξίμῳ φιλοσόφῳ Εὐγενίῳ φιλοσόφῳ Σωπάτρῳ Εὐκλείδῃ φιλοσόφῳ Ἑκηβολίῳ Λουκιανῷ σοφιστῇ Ἐλπιδίῳ φιλοσόφῳ Γεωργίῳ Καθολικῷ Γεωργίῳ Καθολικῷ Δοσιθέῳ Ἱμερίῳ Διογένει Γρηγορίῳ ἡγεμόνι Πλουτάρχῳ Μαξιμίνῳ Ιαμβλίχῳ τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Σαραπίωνι τῷ λαμπροτάτῳ Βασιλείῳ Γάλλος καῖσαρ Ἰουλιανῷ ἀδελφῷ χαίρειν Ιουλιανῷ Εὐστάθιος φιλόσοφος
Book 18
§1 τοῦθὅπερ ὑπάρχει τοῖς ξύλοις, οὐκ ἄξιόν ἐστι νέμειν ἀνθρώποις; ὑποκείσθω γὰρ ἄνθρωπον ἱερωσύνης ἀντειλῆφθαι τυχὸν οὐκ ἄξιον· οὐ χρὴ φείδεσθαι μέχρι τοσούτου, μέχρις ἂν ἐπιγνόντες ὡς πονηρός ἐστι καὶ τῆς λειτουργίας αὐτὸν εἴρξαντες τὸ προπετῶς ἴσως προστεθὲν ὄνομα τοῦ ἱερέως ὑπεύθυνον ἀποδείξωμεν ὕβρει καὶ κολάσει καὶ ζημίᾳ; ταῦτα εἰ μὲν ἀγνοεῖς, οὐδὲ τῶν ἄλλων ἔοικας εἰδέναι τι τῶν μετρίων. ἐπεὶ σοὶ ποῦ μέτεστιν ἐμπειρίας ὅλως τῶν δικαίων, ὃς οὐκ οἶσθα τί μὲν ἱερεύς, τί δὲ ἰδιώτης; ποῦ δέ σοι μέτεστι σωφροσύνης, ὅσπερ ᾐκίσω τοῦτον, καὶ θώκων ἐχρῆν ἐξανίστασθαι; αἴσχιστον ἁπάντων καί σοι μάλιστα μήτε πρὸς θεοὺς μήτε πρὸς ἀνθρώπους ἔχον καλῶς. οἱ μὲν τῶν Γαλιλαίων ἴσως ἐπίσκοποι καὶ πρεσβύτεροι συγκαθίζουσί σοι, καὶ εἰ μὴ δημοσίᾳ διἐμέ, λάθρᾳ καὶ ἐν τῷ οἴκῳ· διὰ σὲ δὲ τέτυπται ἱερεύς· οὐ γὰρ ἂν ἦλθεν ἐπὶ ταύτην παρὑμῖν ἀρχιερεὺς μὰ Δία τὴν δέησιν. ἀλλἐπειδή σοι πέφηνε μυθώδη τὰ παρὉμήρῳ, τῶν τοῦ Διδυμαίου δεσπότου χρησμῶν ἐπάκουσον, εἴ σοι φανείη πάλαι μὲν ἔργῳ νουθετήσας καλῶς τοὺς Ἕλληνας, ὕστερον δὲ τοὺς οὐ σωφρονοῦντας διδάσκων τοῖς λόγοις· Ὅσσοι ἐς ἀρητῆρας ἀτασθαλίῃσι νόοιο Ἀθανάτων ῥέζους̓ ἀποφώλια, καὶ γεράεσσιν Ἀντία βουλεύουσιν ἀδεισιθέοισι λογισμοῖς, Οὐκέθὅλην βιότοιο διεκπερόωσιν ἀταρπόν, Ὅσσοι περ μακάρεσσιν ἐλωβήσαντο θεοῖσιν Ὧν κεῖνοι θεόσεπτον ἕλον θεραπηίδα τιμήν. μὲν οὖν θεὸς οὐ τοὺς τύπτοντας οὐδὲ τοὺς ὑβρίζοντας, ἀλλὰ τοὺς ἀποστεροῦντας τῶν τιμῶν εἶναι φησί θεοῖς ἐχθρούς· δὲ τυπτήσας ἱερόσυλος ἂν εἴη. ἐγὼ τοίνυν, ἐπειδήπερ εἰμὶ κατὰ μὲν τὰ πάτρια μέγας ἀρχιερεύς, ἔλαχον δὲ νῦν καὶ τοῦ Διδυμαίου προφητεύειν, ἀπαγορεύω σοι τρεῖς περιόδους σελήνης μὴ τοι τῶν εἰς ἱερέα μηδὲν ἐνοχλεῖν· εἰ δὲἐν τούτῳ τῷ χρόνῳ φανείης ἄξιος, ἐπιστείλαντός μοι τοῦ τῆς πόλεως ἀρχιερέως, εἰ παραδεκτὸς εἴης ἡμῖν, ἐσαῦθις μετὰ τῶν θεῶν βουλεύσομαι. ταύτην ἐγώ σοι τῆς προπετείας ἐπιτίθημι ζημίαν.τὰς δὲ ἐκ τῶν θεῶν ἀρὰς πάλαι μὲν εἰώθεσαν οἱ παλαιοὶ λέγειν καὶ γράφειν, οὐ μὴν ἔμοιγε φαίνεται καλῶς ἔχειν· οὐδαμοῦ γὰρ αὐτοὶ πεποιηκότες οἱ θεοὶ φαίνονται. καὶ ἄλλως εὐχῶν εἶναι δεῖ διακόνους ἡμᾶς. ὅθεν οἶμαι καὶ συνεύχομαί σοι πολλὰ λιπαρήσαντι τοὺς θεοὺς ἀδείας τυχεῖν ὧν ἐπλημμέλησας.
Tap any Greek word to look it up
An open-access project
Hertlein 1913
Teubner
Hertlein, Teubner, 1913 · 1913-1923
The Editor

Friedrich Karl Hertlein (1825–1882) was a German classical scholar who produced the Teubner editions of the Emperor Julian's works. His editions of Julian's orations, letters, and philosophical writings provided the first modern critical texts of this fascinating 4th-century emperor-philosopher, whose attempt to restore traditional Roman religion earned him the epithet "the Apostate."

About This Edition

Hertlein's Teubner edition of Julian, published in two volumes (1875–1876), established the critical text of Julian's surviving works based on systematic manuscript collation. The Budé edition by J. Bidez and others (1924–1964) has since provided a more thorough treatment of the manuscript tradition, but Hertlein's text remains the basis on which later editions were built.

Translator

Wilmer Cave Wright (Loeb Classical Library)

Text Basis

Text based on the Teubner edition (Hertlein). Wright translated for the Loeb Classical Library.

Tap any Greek word to look it up