Julian Epistolae
EN Lat Orig
Fragmentum Epistolae [= 89b] Πρίσκῳ Εὐμενίῳ καὶ Φαριανῷ Ὀριβασίῳ Πρίσκῳ Ἀλυπίῳ ἀδελφῷ Καισαρίου Τῷ αὐτῷ Μαξίμῳ φιλοσόφῳ Ἰουλιανῷ θείῳ Ἰουλιανὸς Εὐθηρίῳ Ἰουλιανὸς Λεοντίῳ Μαξίμῳ φιλοσόφῳ Ἑρμογένει ἀποϋπάρχῳ Αἰγύπτου Προαιρεσίῳ Ἀετίῳ ἐπισκόπῳ Θεοδώρῳ ἀρχιερεῖ. Ζήνωνι. Book 18 Book 19 Ἰουλιανὸς Θεοδώρῳ ἀρχιερεῖ. Αὐτοκράτωρ Καῖσαρ Ἰουλιανὸς Μέγιστος Σεβαστὸς Ἀλεξανδρέων τῷ δήμῳ Ἀρσακίῳ ἀρχιερεῖ Γαλατίας. Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἀλεξανδρεῦσι διάταγμα Εὐαγρίῳ Βασιλείῳ Θρᾳξίν Ἀνεπίγραφος ὑπὲρ Ἀργείων Ἰουλιανῷ θείῳ Ἰουλιανὸς Φιλίππῳ Ἰουλιανοῦ νόμος περὶ τῶν ἰατρῶν. Θεοδώρᾳ. Θεοδώρᾳ τῇ αἰδεσιμωτάτῃ. Book 34 Ἀριστοξένῳ φιλοσόφῳ. Book 36 Ἀταρβίῳ Ἰουλιανοῦ τοῦ παραβάτου πρὸς Πορφύριον Βυζακίοις Ἑκηβολίῳ Βοστρηνοῖς Καλλιξείνῃ Εὐσταθίῳ φιλοσόφῳ Εὐσταθίῳ φιλοσόφῳ Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἀλεξανδρεῦσιν Ἀλεξανδρεῦσιν Ἐκδικίῳ Διονυσίῳ Ἰουδαίων τῷ κοινῷ Λιβανίῳ Λιβανίῳ Εὐστοχίῳ Book 56 Ἀρσάκῃ Ἀρμενίων σατράπῃ Λιβανίῳ σοφιστῇ καὶ κοιαίστωρι Μαξίμῳ φιλοσόφῳ Εὐγενίῳ φιλοσόφῳ Σωπάτρῳ Εὐκλείδῃ φιλοσόφῳ Ἑκηβολίῳ Λουκιανῷ σοφιστῇ Ἐλπιδίῳ φιλοσόφῳ Γεωργίῳ Καθολικῷ Γεωργίῳ Καθολικῷ Δοσιθέῳ Ἱμερίῳ Διογένει Γρηγορίῳ ἡγεμόνι Πλουτάρχῳ Μαξιμίνῳ Ιαμβλίχῳ τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Σαραπίωνι τῷ λαμπροτάτῳ Βασιλείῳ Γάλλος καῖσαρ Ἰουλιανῷ ἀδελφῷ χαίρειν Ιουλιανῷ Εὐστάθιος φιλόσοφος
Ὀριβασίῳ
§1 Τῶν ὀνειράτων δύο πύλας εἶναί φησιν θεῖος Ὅμηρος, καὶ διάφορον εἶναι αὐτοῖς καὶ τὴν ὑπὲρ τῶν ἀποβησομένων πίστιν. ἐγὼ δὲ νομίζω σε νῦν, εἴπερ ποτὲ καὶ ἄλλοτε, σαφῶς ἑορακέναι περὶ τῶν μελλόντων· ἐθεασάμην γὰρ καὶ αὐτὸς τοιοῦτον σήμερον. δένδρον γὰρ ᾤμην ὑψηλὸν ἔν τινι τρικλίνῳ σφόδρα μεγάλῳ πεφυτευμένον εἰς ἔδαφος ῥέπειν, τῇ ῥίζῃ παραπεφυκότος ἑτέρου μικροῦ καὶ νεογενοῦς, ἀνθηροῦ λίαν. ἐγὼ δὲ περὶ τοῦ μικροῦ σφόδρα ἠγωνίων, μή τις αὐτὸ μετὰ τοῦ μεγάλου συναποσπάσῃ. καὶ τοίνυν ἐπειδὴ πλησίον ἐγενόμην, ὁρῶ τὸ μέγα μὲν ἐπὶ τῆς γῆς ἐκτεταμένον, τὸ μικρὸν δὲ ὀρθὸν μέν, μετέωρον δὲ ἀπὸ γῆς. ὡς οὖν εἶδον, ἀγωνιάσας ἔφην· Οἵου δένδρουϲ κίνδυνός ἐστι μηδὲ τὴν παραφυάδα σωθῆναι. καί τις ἀγνὼς ἐμοὶ παντελῶς Ὅρα, ἔφησεν, ἀκριβῶς καὶ θάρρει· τῆς ῥίζης γὰρ ἐν τῇ γῇ μενούσης τὸ μικρότερον ἀβλαβὲς διαμενεῖ καὶ βεβαιότερον ἱδρυνθήσεται. τὰ μὲν δὴ τῶνὀνειρά των τοιαῦτα, θεὸς δὲ οἶδεν εἰς ὅτι φέρει.
§2 περὶ δὲ τοῦ μιαροῦ ἀνδρογύνου μάθοιμἂν ἡδέως ἐκεῖνο, πότε διελέχθη περὶ ἐμοῦ ταῦτα, πότερον πρὶν συντυχεῖν ἐμοὶ μετὰ τοῦτο. δήλωσον οὖν ἡμῖν ,τι ἂν οἷός τε ᾖς.
§3 ὑπὲρ δὲ τῶν πρὸς αὐτὸν ἴσασιν οἱ θεοὶ ὅτι πολλάκις, αὐτοῦ τοὺς ἐπαρχιώτας ἀδικήσαντος, ἐσιώπησα παρὰ τὸ πρέπον ἐμαυτῷ, τὰ μὲν οὐκ ἀκούων, τὰ δὲ οὐ προσιέμενος, ἄλλοις δὲ ἀπιστῶν, ἔνια δὲ εἰς τοὺς συνόντας αὐτῷ τρέπων. ὅτι δέ μοι μεταδοῦναι τῆς τοιαύτης ἠξίωσεν αἰσχύνης, ἀποστείλας τὰ μιαρὰ καὶ πάσης αἰσχύνης ἄξια ὑπομνήματα, τί με πράττειν ἐχρῆν; ἆρα σιωπᾶν μάχεσθαι; τὸ μὲν οὖν πρῶτον ἦν ἠλίθιον καὶ δουλοπρεπὲς καὶ θεομίσητον, τὸ δεύτερον δὲ δίκαιον μὲν καὶ ἀνδρεῖον καὶ ἐλευθέριον, ὑπὸ δὲ τῶν κατεχόντων ἡμᾶς πραγμάτων οὐ συγχωρούμενον. τί τοίνυν ἐποίησα; πολλῶν παρόντων, οὓς ᾔδειν ἀναγγελοῦντας αὐτῷ Πάντη καὶ πάντως, εἶπον, διορθώσει τὰ ὑπομνήματα οὗτος δεῖνα, ἐπεὶ δεινῶς ἀσχημονεῖ. τοῦτο ἐκεῖνος ἀκούσας τοσοῦτον ἐδέησε σωφρόνως τι πρᾶξαι, ὥστε πεποίηκεν οἷα μὰ τὸν θεὸν οὐδἂν εἷς μέτριος τύραννος, οὕτω μου πλησίον ὄντος. ἐνταῦθα τί πράττειν ἐχρῆν ἄνδρα τῶν Πλάτωνος καὶ Ἀριστοτέλους ζηλωτὴν δογμάτων; ἆρα περιορᾶν ἀνθρώπους ἀθλίους τοῖς κλέπταις ἐκδιδομένους, κατὰ δύναμιν αὐτοῖς ἀμύνειν, ὡς ἤδη τὸ κύκνειον ἐξᾴδουσι διὰ τὸ θεομισὲς ἐργαστήριον τῶν τοιούτων; ἐμοὶ μὲν οὖν αἰσχρὸν εἶναι δοκεῖ τοὺς μὲν χιλιάρχους, ὅταν λείπωσι τὴν τάξιν, καταδικάζειν· καίτοι χρῆν ἐκείνους τεθνάναι παραχρῆμα καὶ μηδὲ ταφῆς ἀξιοῦσθαι· τὴν δὲ ὑπὲρ τῶν ἀθλίων ἀνθρώπων ἀπολείπειν τάξιν, ὅταν δέῃ πρὸς κλέπτας ἀγωνίζεσθαι τοιούτους, καὶ ταῦτα τοῦ θεοῦ συμμαχοῦντος ἡμῖν, ὅσπερ οὖν ἔταξεν. εἰ δὲ καὶ παθεῖν τι συμβαίη, μετὰ καλοῦ τοῦ συνειδότος οὐ μικρὰ παραμυθία πορευθῆναι. τὸν δὲ χρηστὸν Σαλούστιον θεοὶ μέν μοι χαρίσαιντο. κἂν συμβαίνῃ δὲ διὰ τοῦτο τυγχάνειν διαδόχου, λυπήσει τυχὸν οὐδέν· ἄμεινον γὰρ ὀλίγον ὀρθῶς πολὺν κακῶς πρᾶξαι χρόνον. οὐκ ἔστιν, ὡς λέγουσί τινες, τὰ Περιπατητικὰ δόγματα τῶν Στωικῶν ἀγεννέστερα, τοσούτῳ δὲμόνον ἀλλήλων, ὡς ἐγὼ κρίνω, διαφέρει· τὰ μὲν γάρ ἐστιν ἀεὶ θερμότερα καὶ ἀβουλότερα, τὰ δὲ φρονήσεως ἀξιώτερα καὶ τοῖς ἐγνωσμένοις μᾶλλον ἐμμένει.
Tap any Greek word to look it up
An open-access project
Hertlein 1913
Teubner
Hertlein, Teubner, 1913 · 1913-1923
The Editor

Friedrich Karl Hertlein (1825–1882) was a German classical scholar who produced the Teubner editions of the Emperor Julian's works. His editions of Julian's orations, letters, and philosophical writings provided the first modern critical texts of this fascinating 4th-century emperor-philosopher, whose attempt to restore traditional Roman religion earned him the epithet "the Apostate."

About This Edition

Hertlein's Teubner edition of Julian, published in two volumes (1875–1876), established the critical text of Julian's surviving works based on systematic manuscript collation. The Budé edition by J. Bidez and others (1924–1964) has since provided a more thorough treatment of the manuscript tradition, but Hertlein's text remains the basis on which later editions were built.

Translator

Wilmer Cave Wright (Loeb Classical Library)

Text Basis

Text based on the Teubner edition (Hertlein). Wright translated for the Loeb Classical Library.

Tap any Greek word to look it up