Julian Epistolae
EN Lat Orig
Fragmentum Epistolae [= 89b] Πρίσκῳ Εὐμενίῳ καὶ Φαριανῷ Ὀριβασίῳ Πρίσκῳ Ἀλυπίῳ ἀδελφῷ Καισαρίου Τῷ αὐτῷ Μαξίμῳ φιλοσόφῳ Ἰουλιανῷ θείῳ Ἰουλιανὸς Εὐθηρίῳ Ἰουλιανὸς Λεοντίῳ Μαξίμῳ φιλοσόφῳ Ἑρμογένει ἀποϋπάρχῳ Αἰγύπτου Προαιρεσίῳ Ἀετίῳ ἐπισκόπῳ Θεοδώρῳ ἀρχιερεῖ. Ζήνωνι. Book 18 Book 19 Ἰουλιανὸς Θεοδώρῳ ἀρχιερεῖ. Αὐτοκράτωρ Καῖσαρ Ἰουλιανὸς Μέγιστος Σεβαστὸς Ἀλεξανδρέων τῷ δήμῳ Ἀρσακίῳ ἀρχιερεῖ Γαλατίας. Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἀλεξανδρεῦσι διάταγμα Εὐαγρίῳ Βασιλείῳ Θρᾳξίν Ἀνεπίγραφος ὑπὲρ Ἀργείων Ἰουλιανῷ θείῳ Ἰουλιανὸς Φιλίππῳ Ἰουλιανοῦ νόμος περὶ τῶν ἰατρῶν. Θεοδώρᾳ. Θεοδώρᾳ τῇ αἰδεσιμωτάτῃ. Book 34 Ἀριστοξένῳ φιλοσόφῳ. Book 36 Ἀταρβίῳ Ἰουλιανοῦ τοῦ παραβάτου πρὸς Πορφύριον Βυζακίοις Ἑκηβολίῳ Βοστρηνοῖς Καλλιξείνῃ Εὐσταθίῳ φιλοσόφῳ Εὐσταθίῳ φιλοσόφῳ Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἀλεξανδρεῦσιν Ἀλεξανδρεῦσιν Ἐκδικίῳ Διονυσίῳ Ἰουδαίων τῷ κοινῷ Λιβανίῳ Λιβανίῳ Εὐστοχίῳ Book 56 Ἀρσάκῃ Ἀρμενίων σατράπῃ Λιβανίῳ σοφιστῇ καὶ κοιαίστωρι Μαξίμῳ φιλοσόφῳ Εὐγενίῳ φιλοσόφῳ Σωπάτρῳ Εὐκλείδῃ φιλοσόφῳ Ἑκηβολίῳ Λουκιανῷ σοφιστῇ Ἐλπιδίῳ φιλοσόφῳ Γεωργίῳ Καθολικῷ Γεωργίῳ Καθολικῷ Δοσιθέῳ Ἱμερίῳ Διογένει Γρηγορίῳ ἡγεμόνι Πλουτάρχῳ Μαξιμίνῳ Ιαμβλίχῳ τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Σαραπίωνι τῷ λαμπροτάτῳ Βασιλείῳ Γάλλος καῖσαρ Ἰουλιανῷ ἀδελφῷ χαίρειν Ιουλιανῷ Εὐστάθιος φιλόσοφος
Τῷ αὐτῷ
§1 Ὀδυσσεῖ μὲν ἐξήρκει τοῦ παιδὸς τὴν ἐφαὑτῷ φαντασίαν ἀναστέλλοντι λέγειν οὔτις τοι θεός εἰμι· τί μἀθανάτοισιν ἐίσκεις; ἐγὼ δὲ οὐδἐν ἀνθρώποις εἶναι φαίην ἂν ὅλως, ἕως ἂν Ἰαμβλίχῳ μὴ συνῶ. ἀλλἐραστὴς μὲν εἶναι σὸς ὁμολογῶ, καθάπερ ἐκεῖνος τοῦ Τηλεμάχου πατήρ. κἂν γὰρ ἀνάξιόν με λέγῃ τις εἶναι, οὐδὲ οὕτω τοῦ ποθεῖν ἀφαιρήσεται· ἐπεὶ καὶ ἀγαλμάτων καλῶν ἀκούω πολλοὺς ἐραστὰς γενέσθαι μὴ μόνον τοῦ δημιουργοῦ τὴν τέχνην μὴ βλάπτοντας, ἀλλὰ καὶ τῷ περὶ αὐτὰ πάθει τὴν ἔμψυχον ἡδονὴν τῷ ἔργῳ προστιθέντας. τῶν γε μὴν παλαιῶν καὶ σοφῶν ἀνδρῶν, οἷς ἡμᾶς ἐγκρίνειν ἐθέλεις παίζων, τοσοῦτον ἀπέχειν ἂν φαίην, ὁπόσον αὐτῷ σοι τῶν ἀνδρῶν μετεῖναι πιστεύω. καίτοι σύ γε οὐ Πίνδαρον μόνον οὐδὲ Δημόκριτον Ὀρφέα τὸν παλαιότατον, ἀλλὰ καὶ ξύμπαν ὁμοῦ τὸ Ἑλληνικόν, ὁπόσον εἰς ἄκρον φιλοσοφίας ἐλθεῖν μνημονεύεται, καθάπερ ἐν λύρᾳ ποικίλων φθόγγων ἐναρμονίῳ συστάσει πρὸς τὸ ἐντελὲς τῆς μουσικῆς κεράσας ἔχεις. καὶ ὥσπερ Ἄργον τὸν φύλακα τῆς Ἰοῦς οἱ μῦθοι πρόνοιαν ἔχοντα τῶν Διὸς παιδικῶν ἀκοιμήτοις πανταχόθεν ὀμμάτων βολαῖς περιφράττουσιν, οὕτω καὶ σὲ γνήσιον ἀρετῆς φύλακα μυρίοις παιδεύσεως ὀφθαλμοῖς λόγος φωτίζει. Πρωτέα μὲν δὴ τὸν Αἰγύπτιόν φασι ποικίλαις μορφαῖς ἑαυτὸν ἐξαλλάττειν, ὥσπερ δεδιότα μὴ λάθῃ τοῖς δεομένοις ὡς ἦν σοφὸς ἐκφήνας· ἐγὼ δὲ εἴπερ ἦν ὄντως σοφὸς Πρωτεὺς καὶ οἷος πολλὰ τῶν ὄντων γινώσκειν, ὡς Ὅμηρος λέγει, τῆς μὲν φύσεως αὐτὸν ἐπαινῶ, τῆς γνώμης δοὐκ ἄγαμαι, διότι μὴ φιλανθρώπου τινός, ἀλλἀπατεῶνος ἔργον ἐποίει κρύπτων ἑαυτόν, ἵνα μὴ χρήσιμος ἀνθρώποις . σὲ δέ, γενναῖς, τίς οὐκ ἂν ἀληθῶς θαυμάσειεν, ὡς οὐδέν τι τοῦ Πρωτέως τοῦ σοφοῦ μείων εἶ, εἰ μὴ καὶ μᾶλλον εἰς ἀρετὴν ἄκραν τελεσθεὶς ὧν ἔχεις καλῶν οὐ φθονεῖς ἀνθρώποις ,ἀλλἡλίου καθαροῦ δίκην ἀκτῖνας σοφίας ἀκραιφνοῦς ἐπὶ πάντας ἄγεις, οὐ μόνον παροῦσι τὰ εἰκότα ξυνών, ἀλλὰ καὶ ἀπόντας ἐφὅσον ἔξεστι τοῖς παρὰ σαυτοῦ σεμνύνων. νικῴης δἂν οὕτω καὶ τὸν Ὀρφέα τὸν καλὸν οἷς πράττεις, εἴγε μὲν τὴν οἰκείαν μουσικὴν εἰς τὰς τῶν θηρίων ἀκοὰς κατανάλισκε, σὺ δὥσπερ ἐπὶ σωτηρίᾳ τοῦ κοινοῦ τῶν ἀνθρώπων γένους τεχθείς, τὴν Ἀσκληπιοῦ χεῖρα πανταχοῦ ζηλῶν, ἅπαντα ἐπέρχῃ λογίῳ τε καὶ σωτηρίῳ νεύματι. ὥστἔμοιγε δοκεῖ καὶ Ὅμηρος, εἰ ἀνεβίω, πολλῷ δικαιότερον ἂν ἐπὶ σοὶ τὸ ἔπος αἰνίξασθαι τὸ εἷς δἔτι που ζωὸς κατερύκεται εὐρέι κόσμῳ. τῷ γὰρ ὄντι τοῦ παλαιοῦ κόμματος ἡμῖν οἱονεὶ σπινθήρ τις ἱερὸς ἀληθοῦς καὶ γονίμου παιδεύσεω ςὑπὸ σοὶ μόνῳ ζωπυρεῖται. καὶ εἴη γε, Ζεῦ σῶτερ καὶ Ἑρμῆ λόγιε, τὸ κοινὸν ἁπάσης τῆς οἰκουμένης ὄφελος, Ἰάμβλιχον τὸν καλόν, ἐπὶ μήκιστον χρόνου τηρεῖσθαι. πάντως που καὶ ἐφὉμήρῳ καὶ Πλάτωνι καὶ Σωκράτει καὶ εἴ τις ἄλλος ἄξιος τοῦ χοροῦ τούτου, δικαίας εὐχῆς ἐπίτευγμα τοῖς πρότερον εὐτυχηθὲν οὕτω τοὺς ἐκείνων καιροὺς ἐπὶ μεῖζον ηὔξησεν. οὐδὲν δὴ κωλύει καὶ ἐφἡμῶν ἄνδρα καὶ λόγῳ καὶ βίῳ τῶν ἀνδρῶν ἐκείνων ἀντάξιον ὑφὁμοίαις εὐχαῖς ἐς τὸ ἀκρότατον τοῦ γήρως ἐπεὐδαιμονίᾳ τῶν ἀνθρώπων παραπεμφθῆναι.
Tap any Greek word to look it up
An open-access project
Hertlein 1913
Teubner
Hertlein, Teubner, 1913 · 1913-1923
The Editor

Friedrich Karl Hertlein (1825–1882) was a German classical scholar who produced the Teubner editions of the Emperor Julian's works. His editions of Julian's orations, letters, and philosophical writings provided the first modern critical texts of this fascinating 4th-century emperor-philosopher, whose attempt to restore traditional Roman religion earned him the epithet "the Apostate."

About This Edition

Hertlein's Teubner edition of Julian, published in two volumes (1875–1876), established the critical text of Julian's surviving works based on systematic manuscript collation. The Budé edition by J. Bidez and others (1924–1964) has since provided a more thorough treatment of the manuscript tradition, but Hertlein's text remains the basis on which later editions were built.

Translator

Wilmer Cave Wright (Loeb Classical Library)

Text Basis

Text based on the Teubner edition (Hertlein). Wright translated for the Loeb Classical Library.

Tap any Greek word to look it up