Julian Epistolae
EN Lat Orig
Fragmentum Epistolae [= 89b] Πρίσκῳ Εὐμενίῳ καὶ Φαριανῷ Ὀριβασίῳ Πρίσκῳ Ἀλυπίῳ ἀδελφῷ Καισαρίου Τῷ αὐτῷ Μαξίμῳ φιλοσόφῳ Ἰουλιανῷ θείῳ Ἰουλιανὸς Εὐθηρίῳ Ἰουλιανὸς Λεοντίῳ Μαξίμῳ φιλοσόφῳ Ἑρμογένει ἀποϋπάρχῳ Αἰγύπτου Προαιρεσίῳ Ἀετίῳ ἐπισκόπῳ Θεοδώρῳ ἀρχιερεῖ. Ζήνωνι. Book 18 Book 19 Ἰουλιανὸς Θεοδώρῳ ἀρχιερεῖ. Αὐτοκράτωρ Καῖσαρ Ἰουλιανὸς Μέγιστος Σεβαστὸς Ἀλεξανδρέων τῷ δήμῳ Ἀρσακίῳ ἀρχιερεῖ Γαλατίας. Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἀλεξανδρεῦσι διάταγμα Εὐαγρίῳ Βασιλείῳ Θρᾳξίν Ἀνεπίγραφος ὑπὲρ Ἀργείων Ἰουλιανῷ θείῳ Ἰουλιανὸς Φιλίππῳ Ἰουλιανοῦ νόμος περὶ τῶν ἰατρῶν. Θεοδώρᾳ. Θεοδώρᾳ τῇ αἰδεσιμωτάτῃ. Book 34 Ἀριστοξένῳ φιλοσόφῳ. Book 36 Ἀταρβίῳ Ἰουλιανοῦ τοῦ παραβάτου πρὸς Πορφύριον Βυζακίοις Ἑκηβολίῳ Βοστρηνοῖς Καλλιξείνῃ Εὐσταθίῳ φιλοσόφῳ Εὐσταθίῳ φιλοσόφῳ Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἀλεξανδρεῦσιν Ἀλεξανδρεῦσιν Ἐκδικίῳ Διονυσίῳ Ἰουδαίων τῷ κοινῷ Λιβανίῳ Λιβανίῳ Εὐστοχίῳ Book 56 Ἀρσάκῃ Ἀρμενίων σατράπῃ Λιβανίῳ σοφιστῇ καὶ κοιαίστωρι Μαξίμῳ φιλοσόφῳ Εὐγενίῳ φιλοσόφῳ Σωπάτρῳ Εὐκλείδῃ φιλοσόφῳ Ἑκηβολίῳ Λουκιανῷ σοφιστῇ Ἐλπιδίῳ φιλοσόφῳ Γεωργίῳ Καθολικῷ Γεωργίῳ Καθολικῷ Δοσιθέῳ Ἱμερίῳ Διογένει Γρηγορίῳ ἡγεμόνι Πλουτάρχῳ Μαξιμίνῳ Ιαμβλίχῳ τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Σαραπίωνι τῷ λαμπροτάτῳ Βασιλείῳ Γάλλος καῖσαρ Ἰουλιανῷ ἀδελφῷ χαίρειν Ιουλιανῷ Εὐστάθιος φιλόσοφος
Ἰουλιανὸς Θεοδώρῳ ἀρχιερεῖ.
§1 Ἐμοὶ πρὸς σὲ πεποίηται παρὰ τοὺς ἄλλους ἰδιαίτερον ἐπιστολῆς εἶδος, ὅτι σοι καὶ πλέον μέτεστι τῆς πρὸς ἐμὲ φιλίας ἤπερ οἶμαι τοῖς ἄλλοις· ἔστι γὰρ ἡμῖν κοινὸς καθηγεμὼν οὐ μικρά, καὶ μέμνησαι δήπου. χρόνος δὲ οὐ βραχὺς ὅτε διατρίβων ἔτι κατὰ τὴν ἑσπέραν, ἐπειδή σε λίαν ἀρέσκειν ἐπυθόμην αὐτῷ, φίλον ἐνόμισα· καίτοι δοκεῖν ἔχον ἐκεῖνο καλῶς εἴωθεν ἐμοὶ διὰ περιττὴν εὐλάβειαν τὸ οὐ γὰρ ἔγωγε ἤντησοὐδὲ ἴδον, καὶ καλῶς ἡγεῖσθαι χρὴ φιλίας μὲν γνῶσιν, γνώσεως δὲ πεῖραν. ἀλλἦν τις, ὡς ἔοικεν, οὐκ ἐλάχιστος παρἐμοὶ λόγος καὶ τοῦ Αὐτὸς ἔφα. διόπερ ἐγὼ καὶ τότε σε τοῖς γνωρίμοις ᾤμην δεῖν ἐγκαταλέγειν, καὶ νῦν ἐπιτρέπω πρᾶγμα ἐμοὶ μὲν φίλον, ἀνθρώποις δὲ πᾶσι πανταχοῦ λυσιτελέστατον. σὺ δὲ εἰ καλῶς, ὥσπερ οὖν ἄξιον ἐλπίζειν, αὐτὸ μεταχειρίσαιο, ἴσθι πολλὴν μὲν εὐφροσύνην ἐνταῦθα παρέξων, ἐλπίδα δὲ ἀγαθὴν μείζονα τὴν εἰς τὸ μέλλον. οὐ γὰρ δὴ καὶ ἡμεῖς ἐσμεν τῶν πεπεισμένων τὰς ψυχὰς ἤτοι προαπόλλυσθαι τῶν σωμάτωνἢ συναπόλλυσθαι, πειθόμεθα δὲ τῶν μὲν ἀνθρώπων οὐδενί, τοῖς θεοῖς δὲ μόνον, οὓς δὴ καὶ μάλιστα ταῦτα εἰκὸς εἰδέναι μόνους, εἴ γε χρὴ καλεῖν εἰκὸς τὸ ἀναγκαῖον· ὡς τοῖς μὲν ἀνθρώποις ἁρμόζει περὶ τῶν τοιούτων εἰκάζειν, ἐπίστασθαι δὲ αὐτὰ τοὺς θεοὺς ἀνάγκη.
§2 Τί τοῦτο οὖν ἐστιν φημί σοι νῦν ἐπιτρέπειν; ἄρχειν τῶν περὶ τὴν Ἀσίαν ἱερῶν ἁπάντων αἱρουμένῳ τοὺς καθἑκάστην πόλιν ἱερέας καὶ ἀπονέμοντι τὸ πρέπον ἑκάστῳ. πρέπει δὲ ἐπιείκεια μὲν πρῶτον ἄρχοντι χρηστότης τε ἐπαὐτῇ καὶ φιλανθρωπία πρὸς τοὺς ἀξίους αὐτῶν τυγχάνειν. ὡς ὅστις γε ἀδικεῖ μὲν ἀνθρώπους, ἀνόσιος δἐστὶ πρὸς θεούς, θρασὺς δὲ πρὸς πάντας, διδακτέος μετὰ παρρησίας ἐστὶν μετἐμβριθείας κολαστέος. ὅσα μὲν οὖν χρὴ κοινῇ συντάξαι περὶ τῶν ἱερέων ἁπάντων ἐντελέστερον, αὐτίκα μάλα σὺν τοῖς ἄλλοις εἴσει, μικρὰ δὲ τέως ὑποθέσθαι σοι βούλομαι. δίκαιος δὲ εἶ πείθεσθαί μοι τὰ τοιαῦτα. καὶ γὰρ οὐδὲ ἀποσχεδιάζω τὰ πολλὰ τῶν τοιούτων, ὡς ἴσασιν οἱ θεοὶ πάντες, ἀλλά, εἴπερ τις ἄλλος, εὐλαβής εἰμι καὶ φεύγω τὴν καινοτομίαν ἐν ἅπασι μέν, ὡς ἔπος εἰπεῖν, ἰδίᾳ δὲ ἐν τοῖς πρὸς τοὺς θεούς, οἰόμενος χρῆναι τοὺς πατρίους ἐξ ἀρχῆς φυλάττεσθαι νόμους, οὓς ὅτι μὲν ἔδοσαν οἱ θεοί, φανερόν· οὐ γὰρ ἂν ἦσαν οὕτω καλοὶ παρὰ ἀνθρώπων ἁπλῶς γενόμενοι. συμβὰν δὲ αὐτοὺς ἀμεληθῆναι καὶ διαφθαρῆναι πλούτου καὶ τρυφῆς ἐπικρατησάν των, οἶμαι δεῖν ὥσπερ ἀφἑστίας ἐπιμεληθῆναιτῶν τοιούτων. ὁρῶν οὖν πολλὴν μὲν ὀλιγωρίαν οὖσαν ἡμῖν πρὸς τοὺς θεούς, ἅπασαν δὲ εὐλάβειαν τὴν εἰς τοὺς κρείττονας ἀπεληλαμένην ὑπὸ τῆς ἀκαθάρτου καὶ χυδαίας τρυφῆς, ἀεὶ μὲν ὠδυράμην ἐγὼ κατἐμαυτὸν τὰ τοιαῦτα, τοὺς μὲν τῇ Ἰουδαίων εὐσεβείας σχολῇ προσέχοντας οὕτω διαπύρους, ὡς αἱρεῖσθαι μὲν ὑπὲρ αὐτῆς θάνατον, ἀνέχεσθαι δὲ πᾶσαν ἔνδειαν καὶ λιμόν, ὑείων ὅπως μὴ γεύσαιντο μηδὲ πνικτοῦ μηδἄρα τοῦ ἀποθλιβέντος· ἡμᾶς δὲ οὕτω ῥᾳθύμως τὰ πρὸς τοὺς θεοὺς διακειμένους, ὥστε ἐπιλελῆσθαι μὲν τῶν πατρίων, ἀγνοεῖν δὲ λοιπόν, εἰ καὶ ἐτάχθη πώποτέ τι τοιοῦτον. ἀλλοὗτοι μὲν ἐν μέρει θεοσεβεῖς ὄντες, ἐπείπερ θεὸν τιμῶσι τὸν ὡς ἀληθῶς ὄντα δυνατώτατον καὶ ἀγαθώτατον, ὃς ἐπιτροπεύει τὸν αἰσθητὸν κόσμον, ὃν εὖ οἶδὅτι καὶ ἡμεῖς ἄλλοις θεραπεύομεν ὀνόμασιν, εἰκότα μοι δοκοῦσι ποιεῖν, τοὺς νόμους μὴ παραβαίνοντες, ἐκεῖνο δὲ μόνον ἁμαρτάνειν, ὅτι μὴ καὶ τοὺς ἄλλους θεοὺς, ἀρέσκοντες τούτῳ μάλιστα τῷ θεῷ, θεραπεύουσιν, ἀλλἡμῖν οἴονται τοῖς ἔθνεσιν ἀποκεκληρῶσθαι μόνοις αὐτούς, ἀλαζονείᾳ βαρβαρικῇ πρὸς ταυτηνὶ τὴν ἀπόνοιαν ἐπαρθέντες· οἱ δὲ ἐκ τῆς Γαλιλαίας δυσσεβείας ὥσπερ τι νόσημα τῷ. βίῳ τὴν ἑαυτῶν
Tap any Greek word to look it up
An open-access project
Hertlein 1913
Teubner
Hertlein, Teubner, 1913 · 1913-1923
The Editor

Friedrich Karl Hertlein (1825–1882) was a German classical scholar who produced the Teubner editions of the Emperor Julian's works. His editions of Julian's orations, letters, and philosophical writings provided the first modern critical texts of this fascinating 4th-century emperor-philosopher, whose attempt to restore traditional Roman religion earned him the epithet "the Apostate."

About This Edition

Hertlein's Teubner edition of Julian, published in two volumes (1875–1876), established the critical text of Julian's surviving works based on systematic manuscript collation. The Budé edition by J. Bidez and others (1924–1964) has since provided a more thorough treatment of the manuscript tradition, but Hertlein's text remains the basis on which later editions were built.

Translator

Wilmer Cave Wright (Loeb Classical Library)

Text Basis

Text based on the Teubner edition (Hertlein). Wright translated for the Loeb Classical Library.

Tap any Greek word to look it up