Julian Epistolae
EN Lat Orig
Fragmentum Epistolae [= 89b] Πρίσκῳ Εὐμενίῳ καὶ Φαριανῷ Ὀριβασίῳ Πρίσκῳ Ἀλυπίῳ ἀδελφῷ Καισαρίου Τῷ αὐτῷ Μαξίμῳ φιλοσόφῳ Ἰουλιανῷ θείῳ Ἰουλιανὸς Εὐθηρίῳ Ἰουλιανὸς Λεοντίῳ Μαξίμῳ φιλοσόφῳ Ἑρμογένει ἀποϋπάρχῳ Αἰγύπτου Προαιρεσίῳ Ἀετίῳ ἐπισκόπῳ Θεοδώρῳ ἀρχιερεῖ. Ζήνωνι. Book 18 Book 19 Ἰουλιανὸς Θεοδώρῳ ἀρχιερεῖ. Αὐτοκράτωρ Καῖσαρ Ἰουλιανὸς Μέγιστος Σεβαστὸς Ἀλεξανδρέων τῷ δήμῳ Ἀρσακίῳ ἀρχιερεῖ Γαλατίας. Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἀλεξανδρεῦσι διάταγμα Εὐαγρίῳ Βασιλείῳ Θρᾳξίν Ἀνεπίγραφος ὑπὲρ Ἀργείων Ἰουλιανῷ θείῳ Ἰουλιανὸς Φιλίππῳ Ἰουλιανοῦ νόμος περὶ τῶν ἰατρῶν. Θεοδώρᾳ. Θεοδώρᾳ τῇ αἰδεσιμωτάτῃ. Book 34 Ἀριστοξένῳ φιλοσόφῳ. Book 36 Ἀταρβίῳ Ἰουλιανοῦ τοῦ παραβάτου πρὸς Πορφύριον Βυζακίοις Ἑκηβολίῳ Βοστρηνοῖς Καλλιξείνῃ Εὐσταθίῳ φιλοσόφῳ Εὐσταθίῳ φιλοσόφῳ Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἀλεξανδρεῦσιν Ἀλεξανδρεῦσιν Ἐκδικίῳ Διονυσίῳ Ἰουδαίων τῷ κοινῷ Λιβανίῳ Λιβανίῳ Εὐστοχίῳ Book 56 Ἀρσάκῃ Ἀρμενίων σατράπῃ Λιβανίῳ σοφιστῇ καὶ κοιαίστωρι Μαξίμῳ φιλοσόφῳ Εὐγενίῳ φιλοσόφῳ Σωπάτρῳ Εὐκλείδῃ φιλοσόφῳ Ἑκηβολίῳ Λουκιανῷ σοφιστῇ Ἐλπιδίῳ φιλοσόφῳ Γεωργίῳ Καθολικῷ Γεωργίῳ Καθολικῷ Δοσιθέῳ Ἱμερίῳ Διογένει Γρηγορίῳ ἡγεμόνι Πλουτάρχῳ Μαξιμίνῳ Ιαμβλίχῳ τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Σαραπίωνι τῷ λαμπροτάτῳ Βασιλείῳ Γάλλος καῖσαρ Ἰουλιανῷ ἀδελφῷ χαίρειν Ιουλιανῷ Εὐστάθιος φιλόσοφος
Ιαμβλίχῳ
§1 Ἐχρῆν μὲν ἡμᾶς τῷ γράμματι πειθομένους τῷ Δελφικῷ γιγνώσκειν ἑαυτοὺς καὶ μὴ τολμᾶν ἀνδρὸς ἀκοῆς τοσούτου καταθαρρεῖν, καὶ ὀφθέντι μόνον ἀντιβλέψαι δυσχερές, που τὴν πάνσοφον ἁρμονίαν κινοῦντι πρὸς τὸ ἴσον ἐλθεῖν, ἐπεὶ κἂν Πανὶ μέλος λιγυρὸν ἠχοῦντι πᾶς ὅστις ἐκσταίη, κἂν Ἀρισταῖος , καὶ Ἀπόλλωνι πρὸς κιθάραν ψάλλοντι πᾶς ὅστις ἠρεμοίη, κἂν τὴν Ὀρφέως μουσικὴν εἰδῇ. τὸ γὰρ ἧττον τῷ κρείττονι, καθὅσον ἐστιν, εἴκοι ἂν δικαίως, εἰ μέλλοι τό τε οἰκεῖον καὶ τὸ μὴ τί ἐστι γιγνώσκειν. ὅστις δἐνθέῳ μουσικῇ θνητὸν ἀνθαρμόσαι μέλος ἤλπισεν, οὐκ ἔμαθέ που τὸ Μαρσύου τοῦ Φρυγὸς πάθος, οὐδὲ τὸν ὁμώνυμον ἐκείνῳ ποταμόν, ὃς μανέντος αὐλητοῦ τιμωρίαν μαρτυρεῖ, ἀλλοὐδὲ τὴν Θαμύριδος τοῦ Θρακὸς τελευτὴν ἤκουσεν, ὃς ταῖς Μούσαις οὐκ εὐτυχῶς ἀντεφθέγξατο. τί γὰρ δεῖ τὰς Σειρῆνας λέγειν, ὧν ἔτι τὸ πτερὸν ἐπὶ τοῦ μετώπου φέρουσιν αἱ νικήσασαι; ἀλλἐκείνων μὲν ἕκαστος ἀμούσου τόλμης ἀρκοῦσαν ἔτι καὶ νῦν ἐκτίνει τῇ μνήμῃ δίκην, ἡμᾶς δὲ ἔδει μέν, ὡς ἔφην, εἴσω τῶν οἰκείων ὅρων ἑστάναι καὶ τῆς ὑπὸ σοῦ μουσικῆς ἐμφορουμένους ἠρεμεῖν, ὥσπερ οἳ τὴν Ἀπόλλωνος μαντείαν ἐξ ἀδύτων ἱερῶν προϊοῦσαν ἡσυχῇ δέχονται· ἐπεὶ δαὐτὸς ἡμῖν τοῦ μέλους τὸ ἐνδόσιμον μνηστεύεις καὶ οἷον Ἑρμοῦ ῥάβδῳ τῷ παρὰ σαυτοῦ λόγῳ κινεῖς καὶ διεγείρεις καθεύδοντας, φέρε σοι, καθάπερ οἱ τῷ Διονύσῳ τὸν θύρσον κρούσαντι πρὸς τὴν χορείαν ἄνετοι φέρονται, οὕτω καὶ ἡμεῖς ὑπὸ τῷ σῷ πλήκτρῳ τὸ εἰκὸς ἀντηχήσωμεν, ὥσπερ οἱ τῷ χοροστάτῃ πρὸς τὸ ἀνάκλημα τοῦ ῥυθμοῦ συνομαρτοῦντες. καὶ πρῶτόν σοι τῶν λόγων, οὓς βασιλεῖ κελεύσαντι πρὸς τὴν ἀοίδιμον τοῦ πορθμοῦ ζεῦξιν ἔναγχος ἐξειργασάμεθα, ἐπειδὴ τοῦτό ἐστί σοι δοκοῦν, ἀπαρξώμεθα, μικρὰ μὲν ἀντὶ μεγάλων καὶ τῷ ὄντι χαλκᾶ χρυσῶν ἀντιδιδόντες, οἷς δὲ ἔχομεν ξενίοις τὸν Ἑρμῆν τὸν ἡμέτερον ἑστιῶντες. πάντως οὐδὲ τῆς Ἑκάλης Θησεὺς τοῦ δείπνου τὸ λιτὸν ἀπηξίωσεν, ἀλλᾔδει καὶ μικροῖς ἐς τὸ ἀναγκαῖον ἀρκεῖσθαι. Πὰν δὲ νόμιος τοῦ παιδὸς τοῦ βουκόλου τὴν σύριγγα προσαρμόσαι τοῖς χείλεσιν οὐκ ἠτίμασε. προσοῦ δὴ καὶ αὐτὸς τὸν λόγον εὐμενεῖ νεύματι, καὶ μὴ ἀποκνήσῃς ὀλίγῳ μέλει μεγάλην ἀκοὴν ἐνδοῦναι. ἀλλἐὰν μὲν ἔχῃ τι δεξιόν, αὐτός τε λόγος εὐτυχεῖ καὶ ποιητὴς αὐτοῦ τῆς παρὰ τῆς Ἀθηνᾶς ψήφου τὴν μαρτυρίαν προσλαβών. εἰ δἔτι χειρὸς ἐντελοῦς εἰς τὸ τοῦ ὅλου πλήρωμα προσδεῖται, μὴ ἀπαξιώσῃς αὐτὸς τὸ ἐνδέον προσθεῖναι. ἤδη που καὶ ἀνδρὶ τοξότῃ κληθεὶς θεὸς παρέστη καὶ συνεφήψατο τοῦ βέλους, καὶ κιθαρῳδῷ τὸν ὄρθιον ᾄδοντι πρὸς τὸ ἐλλεῖπον τῆς χορδῆς ὑπὸ τῷ τέττιγι τὸ ἴσον Πύθιος ἀντεφθέγξατο.
Tap any Greek word to look it up
An open-access project
Hertlein 1913
Teubner
Hertlein, Teubner, 1913 · 1913-1923
The Editor

Friedrich Karl Hertlein (1825–1882) was a German classical scholar who produced the Teubner editions of the Emperor Julian's works. His editions of Julian's orations, letters, and philosophical writings provided the first modern critical texts of this fascinating 4th-century emperor-philosopher, whose attempt to restore traditional Roman religion earned him the epithet "the Apostate."

About This Edition

Hertlein's Teubner edition of Julian, published in two volumes (1875–1876), established the critical text of Julian's surviving works based on systematic manuscript collation. The Budé edition by J. Bidez and others (1924–1964) has since provided a more thorough treatment of the manuscript tradition, but Hertlein's text remains the basis on which later editions were built.

Translator

Wilmer Cave Wright (Loeb Classical Library)

Text Basis

Text based on the Teubner edition (Hertlein). Wright translated for the Loeb Classical Library.

Tap any Greek word to look it up