Julian Epistolae
EN Lat Orig
Fragmentum Epistolae [= 89b] Πρίσκῳ Εὐμενίῳ καὶ Φαριανῷ Ὀριβασίῳ Πρίσκῳ Ἀλυπίῳ ἀδελφῷ Καισαρίου Τῷ αὐτῷ Μαξίμῳ φιλοσόφῳ Ἰουλιανῷ θείῳ Ἰουλιανὸς Εὐθηρίῳ Ἰουλιανὸς Λεοντίῳ Μαξίμῳ φιλοσόφῳ Ἑρμογένει ἀποϋπάρχῳ Αἰγύπτου Προαιρεσίῳ Ἀετίῳ ἐπισκόπῳ Θεοδώρῳ ἀρχιερεῖ. Ζήνωνι. Book 18 Book 19 Ἰουλιανὸς Θεοδώρῳ ἀρχιερεῖ. Αὐτοκράτωρ Καῖσαρ Ἰουλιανὸς Μέγιστος Σεβαστὸς Ἀλεξανδρέων τῷ δήμῳ Ἀρσακίῳ ἀρχιερεῖ Γαλατίας. Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἀλεξανδρεῦσι διάταγμα Εὐαγρίῳ Βασιλείῳ Θρᾳξίν Ἀνεπίγραφος ὑπὲρ Ἀργείων Ἰουλιανῷ θείῳ Ἰουλιανὸς Φιλίππῳ Ἰουλιανοῦ νόμος περὶ τῶν ἰατρῶν. Θεοδώρᾳ. Θεοδώρᾳ τῇ αἰδεσιμωτάτῃ. Book 34 Ἀριστοξένῳ φιλοσόφῳ. Book 36 Ἀταρβίῳ Ἰουλιανοῦ τοῦ παραβάτου πρὸς Πορφύριον Βυζακίοις Ἑκηβολίῳ Βοστρηνοῖς Καλλιξείνῃ Εὐσταθίῳ φιλοσόφῳ Εὐσταθίῳ φιλοσόφῳ Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἀλεξανδρεῦσιν Ἀλεξανδρεῦσιν Ἐκδικίῳ Διονυσίῳ Ἰουδαίων τῷ κοινῷ Λιβανίῳ Λιβανίῳ Εὐστοχίῳ Book 56 Ἀρσάκῃ Ἀρμενίων σατράπῃ Λιβανίῳ σοφιστῇ καὶ κοιαίστωρι Μαξίμῳ φιλοσόφῳ Εὐγενίῳ φιλοσόφῳ Σωπάτρῳ Εὐκλείδῃ φιλοσόφῳ Ἑκηβολίῳ Λουκιανῷ σοφιστῇ Ἐλπιδίῳ φιλοσόφῳ Γεωργίῳ Καθολικῷ Γεωργίῳ Καθολικῷ Δοσιθέῳ Ἱμερίῳ Διογένει Γρηγορίῳ ἡγεμόνι Πλουτάρχῳ Μαξιμίνῳ Ιαμβλίχῳ τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Σαραπίωνι τῷ λαμπροτάτῳ Βασιλείῳ Γάλλος καῖσαρ Ἰουλιανῷ ἀδελφῷ χαίρειν Ιουλιανῷ Εὐστάθιος φιλόσοφος
Ἀλεξανδρεῦσιν
§1 Ὀβελὸν εἶναι παρὑμῖν ἀκούω λίθινον εἰς ὕψος ἱκανὸν ἐπηρμένον, ἐπὶ τῆς ᾐόνος ὥσπερ ἄλλο τι τῶν ἀτιμοτάτων ἐρριμμένον. ἐπὶ τοῦτον ἐναυπηγήσατο σκάφος μακαρίτης Κωνστάντιος, ὡς μετάξων αὐτὸν εἰς τὴν ἐμὴν πατρίδα Κωνσταντίνου πόλιν. ἐπεὶ δε ἐκείνῳ συνέβη θεῶν ἐθελόντων ἐνθένδε ἐκεῖσε πορευθῆναι τὴν εἱμαρμένην πορείαν, πόλις ἀπαιτεῖ παρἐμοῦ τὸ ἀνάθημα, πατρὶς οὖσά μου καὶ προσήκουσα πλέον ἤπερ ἐκείνῳ. μὲν γὰρ αὐτὴν ὡς ἀδελφήν, ἐγὼ δὲ ὡς μητέρα φιλῶ· καὶ γὰρ ἐγενόμην παραὐτῇ καὶ ἐτράφην ἐκεῖσε, καὶ οὐ δύναμαι περὶ αὐτὴν ἀγνωμονῆσαι. τί οὖν; ἐπειδὴ καὶ ὑμᾶς οὐδὲν ἔλαττον τῆς πατρίδος φιλῶ, δίδωμι καὶ παρὑμῖν ἀναστῆσαι τὴν χαλκῆν εἰκόνα. πεποίηται δὲ ἔναγχος ἀνδριὰς τῷ μεγέθει κολοσσικός, ὃν ἀναστήσαντες ἕξετε ἀντὶ ἀναθήματος λιθίνου χαλκοῦν, ἀνδρός, οὗ φατε ποθεῖν, εἰκόνα καὶ μορφὴν ἀντὶ τετραγώνου λίθου χαράγματα ἔχοντος Αἰγύπτια. καὶ τὸ λεγόμενον δέ, ὥς τινές εἰσιν οἱ θεραπεύοντες καὶ προσκαθεύδοντες αὐτοῦ τῇ κορυφῇ, πάνυ με πείθει χρῆναι τῆς δεισιδαιμονίας ἕνεκα ταύτης ἀπάγειν αὐτόν. οἱ γὰρ θεώμενοι τοὺς καθεύδοντας ἐκεῖ, πολλοῦ μὲν ῥύπου, πολλῆς δὲ ἀσελγείας περὶ τὸν τόπον ὡς ἔτυχεν οὔσης, οὔτε πιστεύουσιν αὐτὸν θεῖον εἶναι, καὶ διὰ τὴν τῶν προσεχόντων αὐτῷ δεισιδαιμονίαν ἀπιστότεροι περὶ τοὺς θεοὺς καθίστανται. διαὐτὸ δὴ οὖν τοῦτο καὶ μᾶλλον ὑμῖν προσήκει συνεπιλαβέσθαι καὶ πέμψαι τῇ ἐμῇ πατρίδι τῇ ξενοδοκούσῃ καλῶς ὑμᾶς, ὅτε εἰς τὸν Πόντον εἰσπλεῖτε, καὶ ὥσπερ εἰς τὰς τροφὰς καὶ εἰς τὸν ἐκτὸς κόσμον συμβάλλεσθαι. πάντως οὐκ ἄχαρι καὶ παραὐτοῖς ἑστάναι τι τῶν ὑμετέρων, εἰς προσπλέοντες τῇ πόλει μετεὐφροσύνης ἀποβλέψετε.
Tap any Greek word to look it up
An open-access project
Hertlein 1913
Teubner
Hertlein, Teubner, 1913 · 1913-1923
The Editor

Friedrich Karl Hertlein (1825–1882) was a German classical scholar who produced the Teubner editions of the Emperor Julian's works. His editions of Julian's orations, letters, and philosophical writings provided the first modern critical texts of this fascinating 4th-century emperor-philosopher, whose attempt to restore traditional Roman religion earned him the epithet "the Apostate."

About This Edition

Hertlein's Teubner edition of Julian, published in two volumes (1875–1876), established the critical text of Julian's surviving works based on systematic manuscript collation. The Budé edition by J. Bidez and others (1924–1964) has since provided a more thorough treatment of the manuscript tradition, but Hertlein's text remains the basis on which later editions were built.

Translator

Wilmer Cave Wright (Loeb Classical Library)

Text Basis

Text based on the Teubner edition (Hertlein). Wright translated for the Loeb Classical Library.

Tap any Greek word to look it up