Julian Epistolae
EN Lat Orig
Fragmentum Epistolae [= 89b] Πρίσκῳ Εὐμενίῳ καὶ Φαριανῷ Ὀριβασίῳ Πρίσκῳ Ἀλυπίῳ ἀδελφῷ Καισαρίου Τῷ αὐτῷ Μαξίμῳ φιλοσόφῳ Ἰουλιανῷ θείῳ Ἰουλιανὸς Εὐθηρίῳ Ἰουλιανὸς Λεοντίῳ Μαξίμῳ φιλοσόφῳ Ἑρμογένει ἀποϋπάρχῳ Αἰγύπτου Προαιρεσίῳ Ἀετίῳ ἐπισκόπῳ Θεοδώρῳ ἀρχιερεῖ. Ζήνωνι. Book 18 Book 19 Ἰουλιανὸς Θεοδώρῳ ἀρχιερεῖ. Αὐτοκράτωρ Καῖσαρ Ἰουλιανὸς Μέγιστος Σεβαστὸς Ἀλεξανδρέων τῷ δήμῳ Ἀρσακίῳ ἀρχιερεῖ Γαλατίας. Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἀλεξανδρεῦσι διάταγμα Εὐαγρίῳ Βασιλείῳ Θρᾳξίν Ἀνεπίγραφος ὑπὲρ Ἀργείων Ἰουλιανῷ θείῳ Ἰουλιανὸς Φιλίππῳ Ἰουλιανοῦ νόμος περὶ τῶν ἰατρῶν. Θεοδώρᾳ. Θεοδώρᾳ τῇ αἰδεσιμωτάτῃ. Book 34 Ἀριστοξένῳ φιλοσόφῳ. Book 36 Ἀταρβίῳ Ἰουλιανοῦ τοῦ παραβάτου πρὸς Πορφύριον Βυζακίοις Ἑκηβολίῳ Βοστρηνοῖς Καλλιξείνῃ Εὐσταθίῳ φιλοσόφῳ Εὐσταθίῳ φιλοσόφῳ Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἀλεξανδρεῦσιν Ἀλεξανδρεῦσιν Ἐκδικίῳ Διονυσίῳ Ἰουδαίων τῷ κοινῷ Λιβανίῳ Λιβανίῳ Εὐστοχίῳ Book 56 Ἀρσάκῃ Ἀρμενίων σατράπῃ Λιβανίῳ σοφιστῇ καὶ κοιαίστωρι Μαξίμῳ φιλοσόφῳ Εὐγενίῳ φιλοσόφῳ Σωπάτρῳ Εὐκλείδῃ φιλοσόφῳ Ἑκηβολίῳ Λουκιανῷ σοφιστῇ Ἐλπιδίῳ φιλοσόφῳ Γεωργίῳ Καθολικῷ Γεωργίῳ Καθολικῷ Δοσιθέῳ Ἱμερίῳ Διογένει Γρηγορίῳ ἡγεμόνι Πλουτάρχῳ Μαξιμίνῳ Ιαμβλίχῳ τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Σαραπίωνι τῷ λαμπροτάτῳ Βασιλείῳ Γάλλος καῖσαρ Ἰουλιανῷ ἀδελφῷ χαίρειν Ιουλιανῷ Εὐστάθιος φιλόσοφος
Ἀλεξανδρεῦσιν
§1 Εἰ μέν τις τῶν Γαλιλαίων ἦν ὑμῶν οἰκιστής, οἳ τὸν ἑαυτῶν παραβάντες νόμον ἀπέτισαν ὁποίας ἦν εἰκὸς δίκας, ἑλόμενοι μὲν ζῆν παρανόμως, εἰσαγαγόντες δὲ κήρυγμα καινὸν καὶ διδασκαλίαν νεαράν, λόγον ἂν εἶχεν οὐδὣς Ἀθανάσιον ὑφὑμῶν ἐπιζητεῖσθαι· νυνὶ δὲ κτίστου μὲν ὄντος Ἀλεξάνδρου τῆς πόλεως, ὑπάρχοντος δὲ ὑμῖν πολιούχου θεοῦ τοῦ βασιλέως Σαράπιδος ἅμα τῇ παρέδρῳ κόρῃ καὶ τῇ βασιλίδι τῆς Αἰγύπτου πάσης Ἴσιδι τὴν ὑγιαίνουσαν οὐ ζηλοῦντες πόλιν· ἀλλὰ τὸ νοσοῦν μέρος ἐπιφημίζειν ἑαυτῷ τολμᾷ τὸ τῆς πόλεως ὄνομα.
§2 Λίαν αἰσχύνομαι νὴ τοὺς θεούς, ἄνδρες Ἀλεξανδρεῖς, εἴ τις ὅλως Ἀλεξανδρέων ὁμολογεῖ Γαλιλαῖος εἶναι. τῶν ὡς ἀληθῶς Ἑβραίων οἱ πατέρες Αἰγυπτίοις ἐδούλευον πάλαι, νυνὶ δὲ ὑμεῖς, ἄνδρες Ἀλεξανδρεῖς, Αἰγυπτίων κρατήσαντες· ἐκράτησε γὰρ κτίστης ὑμῶν τῆς Αἰγύπτου· τοῖς κατωλιγωρηκόσι τῶν πατρίων δογμάτων δουλείαν ἐθελούσιον ἄντικρυς τῶν παλαιῶν θεσμῶν ὑφίστασθε. καὶ οὐκ εἰσέρχεται μνήμη τῆς παλαιᾶς ὑμᾶς ἐκείνης εὐδαιμονίας, ἡνίκα ἦν κοινωνία μὲν πρὸς τοὺς θεοὺς Αἰγύπτῳ τῇ πάσῃ, πολλῶν δὲ ἀπελαύομεν ἀγαθῶν. ἀλλοἱ νῦν εἰσαγαγόντες ὑμῖν τὸ καινὸν τοῦτο κήρυγμα τίνος αἴτιοι γεγόνασιν ἀγαθοῦ τῇ πόλει, φράσατέ μοι. κτίστης ὑμῖν ἦν ἀνὴρ θεοσεβὴς Ἀλέξανδρος Μακεδών, οὔτι μὰ Δία κατά τινα τούτων ὢν οὐδὲ κατὰ πάντας Ἑβραίους μακρῷ γεγονότας αὐτῶν κρείττονας. ἐκείνων μὲν οὖν καὶ τοῦ Λάγου Πτολεμαῖος ἦν ἀμείνων, Ἀλέξανδρος δὲ κἂν Ῥωμαίοις εἰς ἅμιλλαν ἰὼν ἀγῶνα παρεῖχε. τί οὖν μετὰ τὸν κτίστην οἱ Πτολεμαῖοι, τὴν πόλιν ὑμῶν ὥσπερ γνησίαν θυγατέρα παιδοτροφήσαντες; οὔτι τοῖς Ἰησοῦ λόγοις ηὔξησαν αὐτήν, οὐδὲ τῇ τῶν θεοῖς ἐχθίστων Γαλιλαίων διδασκαλίᾳ τὴν οἰκονομίαν αὐτῇ ταύτην, ὑφἧς νῦν ἐστιν εὐδαίμων, ἐξειργάσαντο. τρίτον, ἐπειδὴ Ῥωμαῖοι κύριοι γεγόναμεν αὐτῆς ,ἀφελόμενοι τοὺς Πτολεμαίους οὐ καλῶς ἄρχοντας, Σεβαστὸς ἐπιδημήσας ὑμῶν τῇ πόλει καὶ πρὸς τοὺς ὑμετέρους πολίτας διαλεχθεὶς, Ἄνδρες, εἶπεν, Ἀλεξανδρεῖς, ἀφίημι τὴν πόλιν αἰτίας πάσης αἰδοῖ τοῦ μεγάλου θεοῦ Σαράπιδος αὐτοῦ τε ἕνεκα τοῦ δήμου καὶ τοῦ μεγέθους τῆς πόλεως· αἰτία δέ μοι τρίτη τῆς εἰς ὑμᾶς εὐνοίας ἐστὶ καὶ ἑταῖρος Ἄρειος. ἦν δὲ Ἄρειος οὗτος πολίτης μὲν ὑμέτερος, Καίσαρος δὲ τοῦ Σεβαστοῦ συμβιωτής, ἀνὴρ φιλόσοφος.
§3 Τὰ μὲν οὖν ἰδίᾳ περὶ τὴν πόλιν ὑμῶν ὑπάρξαντα παρὰ τῶν Ὀλυμπίων θεῶν, ὡς ἐν βραχεῖ φράσαι, τοιαῦτα, σιωπῶ δὲ διὰ τὸ μῆκος τὰ πολλά· τὰ δὲ κοινῇ καθἡμέραν οὐκ ἀνθρώποις ὀλίγοις οὐδὲ ἑν ὶγένει οὐδὲ μιᾷ πόλει, παντὶ δὲ ὁμοῦ τῷ κόσμῳ παρὰ τῶν ἐμφανῶν θεῶν διδόμενα πῶς ὑμεῖς οὐκ ἴστε; μόνοι τῆς ἐξ Ἡλίου κατιούσης αὐγῆς ἀναισθήτως ἔχετε; μόνοι θέρος οὐκ ἴστε καὶ χειμῶνα παραὐτοῦ γινόμενον; μόνοι ζῳογονούμενα καὶ φυόμενα παραὐτοῦ τὰ πάντα; τὴν δὲ ἐξ αὐτοῦ καὶ παραὐτοῦ δημιουργὸν τῶν ὅλων Σελήνην οὖσαν οὐκ αἰσθάνεσθε πόσων ἀγαθῶν αἰτία τῇ πόλει γίνεται; καὶ τούτων μὲν τῶν θεῶν οὐδένα προσκυνεῖν τολμᾶτε· ὃν δὲ οὔτε ὑμεῖς οὔτε οἱ πατέρες ὑμῶν ἑοράκασιν Ἰησοῦν οἴεσθε χρῆναι θεὸν λόγον ὑπάρχειν. ὃν δὲ ἐξ αἰῶνος ἅπαν ὁρᾷ τὸ τῶν ἀνθρώπων γένος καὶ βλέπει καὶ σέβεται καὶ σεβόμενον εὖ πράττει, τὸν μέγαν Ἥλιον λέγω, τὸ ζῶν ἄγαλμα καὶ ἔμψυχον καὶ ἔννουν καὶ ἀγαθοεργὸν τοῦ νοητοῦ πατρός, εἴ τι μοι πείθεσθε παραινοῦντι, καὶ μικρὰ ὑμᾶς αὐτοὺς ἐπαναγάγετε πρὸς τήν ἀλήθειαν. οὐχ ἁμαρτήσεσθε γὰρ τῆς ὀρθῆς ὁδοῦ πειθόμενοι τῷ πορευθέντι κἀκείνην τὴν ὁδὸν ἄχρις ἐτῶν εἴκοσι καὶ ταύτην ἤδη σὺν θεοῖς πορευομένῳ δωδέκατον ἔτος.
§4 Εἰ μὲν οὖν φίλον ὑμῖν πείθεσθαι, μειζόνως εὐφρανεῖτε· τῇ δεισιδαιμονίᾳ δὲ καὶ κατηχήσει τῶν πανούργων ἀνθρώπων ἐμμένειν εἴπερ ἐθέλοιτε ,τὰ πρὸς ἀλλήλους ὁμονοεῖτε καὶ τὸν Ἀθανάσιον μὴ ποθεῖτε. πολλοὶ πάντως εἰσὶ τῶν αὐτοῦ μαθητῶν δυνάμενοι τὰς ἀκοὰς ὑμῶν κνησιώσας καὶ δεομένας ἀσεβῶν ῥημάτων ἱκανῶς παραμυθήσασθαι. ὤφελε γὰρ Ἀθανασίῳ ὁμοῦ τοῦ δυσσεβοῦς αὐτοῦ διδασκαλείου κατακεκλεῖσθαι μοχθηρία. νῦν δέ ἐστι πλῆθος ὑμῖν οὐκ ἀγεννές, καὶ πρᾶγμά δὲ οὐδέν. ὃν γὰρ ἃν ἕλησθε τοῦ πλήθους, ὅσα γε εἰς τὴν τῶν γραφῶν διδασκαλίαν ἥκει, χείρων οὐδὲν ἔσται τοῦ παρὑμῶν ποθουμένου. εἰ δὲ τῆς ἄλλης ἐντρεχείας ἐρῶντες Ἀθανασίου· πανοῦργον γὰρ εἶναι τὸν ἄνδρα πυνθάνομαι· ταύτας ἐποιήσασθε τὰς δεήσεις, ἴστε διαὐτὸ τοῦτο αὐτὸν ἀπεληλαμένον τῆς πόλεως· ἀνεπιτήδειος γὰρ φύσει προστατεύειν δήμου πολυπράγμων ἀνήρ. εἰ δὲ μηδὲ ἀνήρ, ἀλλἀνθρωπίσκος εὐτελής, καθάπερ οὗτος μέγας οἰόμενος περὶ τῆς κεφαλῆς κινδυνεύειν, τοῦτο δὲ δίδωσιν ἀταξίας ἀρχήν. ὅθεν, ἵνα μὴ γένηται τοιοῦτο περὶ ὑμᾶς μηδέν, ἀπελθεῖν αὐτῷ προηγορεύσαμεν τῆς πόλεως πάλαι, νυνὶ δὲ καὶ Αἰγύπτου πάσης.
§5 Προτεθήτω τοῖς ἡμετέροις πολίταις Ἀλεξανδρεῦσιν.
Tap any Greek word to look it up
An open-access project
Hertlein 1913
Teubner
Hertlein, Teubner, 1913 · 1913-1923
The Editor

Friedrich Karl Hertlein (1825–1882) was a German classical scholar who produced the Teubner editions of the Emperor Julian's works. His editions of Julian's orations, letters, and philosophical writings provided the first modern critical texts of this fascinating 4th-century emperor-philosopher, whose attempt to restore traditional Roman religion earned him the epithet "the Apostate."

About This Edition

Hertlein's Teubner edition of Julian, published in two volumes (1875–1876), established the critical text of Julian's surviving works based on systematic manuscript collation. The Budé edition by J. Bidez and others (1924–1964) has since provided a more thorough treatment of the manuscript tradition, but Hertlein's text remains the basis on which later editions were built.

Translator

Wilmer Cave Wright (Loeb Classical Library)

Text Basis

Text based on the Teubner edition (Hertlein). Wright translated for the Loeb Classical Library.

Tap any Greek word to look it up