Julian Epistolae
EN Lat Orig
Fragmentum Epistolae [= 89b] Πρίσκῳ Εὐμενίῳ καὶ Φαριανῷ Ὀριβασίῳ Πρίσκῳ Ἀλυπίῳ ἀδελφῷ Καισαρίου Τῷ αὐτῷ Μαξίμῳ φιλοσόφῳ Ἰουλιανῷ θείῳ Ἰουλιανὸς Εὐθηρίῳ Ἰουλιανὸς Λεοντίῳ Μαξίμῳ φιλοσόφῳ Ἑρμογένει ἀποϋπάρχῳ Αἰγύπτου Προαιρεσίῳ Ἀετίῳ ἐπισκόπῳ Θεοδώρῳ ἀρχιερεῖ. Ζήνωνι. Book 18 Book 19 Ἰουλιανὸς Θεοδώρῳ ἀρχιερεῖ. Αὐτοκράτωρ Καῖσαρ Ἰουλιανὸς Μέγιστος Σεβαστὸς Ἀλεξανδρέων τῷ δήμῳ Ἀρσακίῳ ἀρχιερεῖ Γαλατίας. Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἀλεξανδρεῦσι διάταγμα Εὐαγρίῳ Βασιλείῳ Θρᾳξίν Ἀνεπίγραφος ὑπὲρ Ἀργείων Ἰουλιανῷ θείῳ Ἰουλιανὸς Φιλίππῳ Ἰουλιανοῦ νόμος περὶ τῶν ἰατρῶν. Θεοδώρᾳ. Θεοδώρᾳ τῇ αἰδεσιμωτάτῃ. Book 34 Ἀριστοξένῳ φιλοσόφῳ. Book 36 Ἀταρβίῳ Ἰουλιανοῦ τοῦ παραβάτου πρὸς Πορφύριον Βυζακίοις Ἑκηβολίῳ Βοστρηνοῖς Καλλιξείνῃ Εὐσταθίῳ φιλοσόφῳ Εὐσταθίῳ φιλοσόφῳ Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἀλεξανδρεῦσιν Ἀλεξανδρεῦσιν Ἐκδικίῳ Διονυσίῳ Ἰουδαίων τῷ κοινῷ Λιβανίῳ Λιβανίῳ Εὐστοχίῳ Book 56 Ἀρσάκῃ Ἀρμενίων σατράπῃ Λιβανίῳ σοφιστῇ καὶ κοιαίστωρι Μαξίμῳ φιλοσόφῳ Εὐγενίῳ φιλοσόφῳ Σωπάτρῳ Εὐκλείδῃ φιλοσόφῳ Ἑκηβολίῳ Λουκιανῷ σοφιστῇ Ἐλπιδίῳ φιλοσόφῳ Γεωργίῳ Καθολικῷ Γεωργίῳ Καθολικῷ Δοσιθέῳ Ἱμερίῳ Διογένει Γρηγορίῳ ἡγεμόνι Πλουτάρχῳ Μαξιμίνῳ Ιαμβλίχῳ τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Σαραπίωνι τῷ λαμπροτάτῳ Βασιλείῳ Γάλλος καῖσαρ Ἰουλιανῷ ἀδελφῷ χαίρειν Ιουλιανῷ Εὐστάθιος φιλόσοφος
Βασιλείῳ
§1 μὲν παροιμία φησὶν Οὐ πόλεμον ἀγγέλλεις, ἐγὼ δὲ προσθείην ἐκ τῆς κωμῳδίας χρυσὸν ἀγγείλας ἐπῶν. ἴθι οὖν ἔργοις αὐτὸ δεῖξον, καὶ σπεῦδε παρἡμᾶς· ἀφίξῃ γὰρ φίλος παρὰ φίλον. δὲ περὶ τὰ πράγματα κοινὴ καὶ συνεχὴς ἀσχολία δοκεῖ μὲν εἶναί πως τοῖς μὴ πάρεργον αὐτὰ ποιοῦσιν ἐπαχθής, οἱ δὲ τῆς ἐπιμελείας κοινωνοῦντές εἰσιν ἐπιεικεῖς, ὡς ἐμαυτὸν πείθω, καὶ συνετοὶ καὶ πάντως ἱκανοὶ πρὸς πάντα. διδοῦσιν οὖν μοι ῥᾳστώνην, ὥστε ἐξεῖναι μηδὲν ὀλιγωροῦντι καὶ ἀναπαύεσθαι· σύνεσμεν γὰρ ἀλλήλοις οὐ μετὰ τῆς αὐλικῆς ὑποκρίσεως, ἧς μόνης οἶμαί σε μέχρι τοῦ δεῦρο πεπειρᾶσθαι, καθἣν ἐπαινοῦντες μισοῦσι τηλικοῦτον μῖσος ἡλίκον οὐδὲ τοὺς πολεμιωτάτους, ἀλλὰ μετὰ τῆς προσηκούσης ἀλλήλοις ἐλευθερίας ἐξελέγχοντές τε ὅταν δέῃ καὶ ἐπιτιμῶντες οὐκ ἔλαττον φιλοῦμεν ἀλλήλους τῶν σφόδρα ἑταίρων· ἔνθεν ἔξεστιν ἡμῖν· ἀπείη δὲ φθόνος· ἀνειμένοις τε σπουδάζειν καὶ σπουδάζουσι μὴ ταλαιπωρεῖσθαι, καθεύδειν δὲ ἀδεῶς. ἐπεὶ καὶ ἐγρηγορὼς οὐχ ὑπὲρ ἐμαυτοῦ μᾶλλον καὶ ὑπὲρ τῶν ἄλλων ἁπάντων, ὡς εἰκός, ἐγρήγορα.
§2 Ταῦτα ἴσως κατηδολέσχησά σου καὶ κατελήρησα, παθών τι βλακῶδες· ἐπῄνεσα γὰρ ἐμαυτὸν ὥσπερ Ἀστυδάμας. ἀλλἵνα σε πείσω προὔργου τι μᾶλλον ἡμῖν τὴν σὴν παρουσίαν ἅτε ἀνδρὸς ἔμφρονος ποιήσειν παραιρήσεσθαί τι τοῦ καιροῦ, ταῦτα ἐπέστειλα. σπεῦδε οὖν, ὅπερ ἔφην, δημοσίῳ χρησάμενος δρόμῳ· συνδιατρίψας δὲ ἡμῖν ἐφὅσον σοι φίλον, οἷπερ ἂν θέλῃς ὑφἡμῶν πεμπόμενος, ὡς προσῆκόν ἐστι, βαδιεῖ.
Tap any Greek word to look it up
An open-access project
Hertlein 1913
Teubner
Hertlein, Teubner, 1913 · 1913-1923
The Editor

Friedrich Karl Hertlein (1825–1882) was a German classical scholar who produced the Teubner editions of the Emperor Julian's works. His editions of Julian's orations, letters, and philosophical writings provided the first modern critical texts of this fascinating 4th-century emperor-philosopher, whose attempt to restore traditional Roman religion earned him the epithet "the Apostate."

About This Edition

Hertlein's Teubner edition of Julian, published in two volumes (1875–1876), established the critical text of Julian's surviving works based on systematic manuscript collation. The Budé edition by J. Bidez and others (1924–1964) has since provided a more thorough treatment of the manuscript tradition, but Hertlein's text remains the basis on which later editions were built.

Translator

Wilmer Cave Wright (Loeb Classical Library)

Text Basis

Text based on the Teubner edition (Hertlein). Wright translated for the Loeb Classical Library.

Tap any Greek word to look it up