Julian Epistolae
EN Lat Orig
Fragmentum Epistolae [= 89b] Πρίσκῳ Εὐμενίῳ καὶ Φαριανῷ Ὀριβασίῳ Πρίσκῳ Ἀλυπίῳ ἀδελφῷ Καισαρίου Τῷ αὐτῷ Μαξίμῳ φιλοσόφῳ Ἰουλιανῷ θείῳ Ἰουλιανὸς Εὐθηρίῳ Ἰουλιανὸς Λεοντίῳ Μαξίμῳ φιλοσόφῳ Ἑρμογένει ἀποϋπάρχῳ Αἰγύπτου Προαιρεσίῳ Ἀετίῳ ἐπισκόπῳ Θεοδώρῳ ἀρχιερεῖ. Ζήνωνι. Book 18 Book 19 Ἰουλιανὸς Θεοδώρῳ ἀρχιερεῖ. Αὐτοκράτωρ Καῖσαρ Ἰουλιανὸς Μέγιστος Σεβαστὸς Ἀλεξανδρέων τῷ δήμῳ Ἀρσακίῳ ἀρχιερεῖ Γαλατίας. Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἀλεξανδρεῦσι διάταγμα Εὐαγρίῳ Βασιλείῳ Θρᾳξίν Ἀνεπίγραφος ὑπὲρ Ἀργείων Ἰουλιανῷ θείῳ Ἰουλιανὸς Φιλίππῳ Ἰουλιανοῦ νόμος περὶ τῶν ἰατρῶν. Θεοδώρᾳ. Θεοδώρᾳ τῇ αἰδεσιμωτάτῃ. Book 34 Ἀριστοξένῳ φιλοσόφῳ. Book 36 Ἀταρβίῳ Ἰουλιανοῦ τοῦ παραβάτου πρὸς Πορφύριον Βυζακίοις Ἑκηβολίῳ Βοστρηνοῖς Καλλιξείνῃ Εὐσταθίῳ φιλοσόφῳ Εὐσταθίῳ φιλοσόφῳ Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἀλεξανδρεῦσιν Ἀλεξανδρεῦσιν Ἐκδικίῳ Διονυσίῳ Ἰουδαίων τῷ κοινῷ Λιβανίῳ Λιβανίῳ Εὐστοχίῳ Book 56 Ἀρσάκῃ Ἀρμενίων σατράπῃ Λιβανίῳ σοφιστῇ καὶ κοιαίστωρι Μαξίμῳ φιλοσόφῳ Εὐγενίῳ φιλοσόφῳ Σωπάτρῳ Εὐκλείδῃ φιλοσόφῳ Ἑκηβολίῳ Λουκιανῷ σοφιστῇ Ἐλπιδίῳ φιλοσόφῳ Γεωργίῳ Καθολικῷ Γεωργίῳ Καθολικῷ Δοσιθέῳ Ἱμερίῳ Διογένει Γρηγορίῳ ἡγεμόνι Πλουτάρχῳ Μαξιμίνῳ Ιαμβλίχῳ τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Σαραπίωνι τῷ λαμπροτάτῳ Βασιλείῳ Γάλλος καῖσαρ Ἰουλιανῷ ἀδελφῷ χαίρειν Ιουλιανῷ Εὐστάθιος φιλόσοφος
Θεοδώρῳ ἀρχιερεῖ.
§1 Δεξάμενός σου τὴν ἐπιστολὴν ἥσθην μέν, ὡς εἰκός· τί γὰρ οὐκ ἔμελλον ἄνδρα ἑταῖρον ἐμοὶ καὶ φίλων φίλτατον σῶν εἶναι πυνθανόμενος; ὡς δὲ καὶ ἀφελὼν τὸν ἐπικείμενον δεσμὸν ἐπῄειν πολλάκις, οὐκ ἂν ἐγὼ παραστῆσαι τῷ λόγῳ δυναίμην, τίς καὶ ὁποῖος ἐγενόμην· γαλήνης ἐμπιπλάμενος καὶ θυμηδίας, ὥσπερ εἰκόνα τινὰ τοῦ γενναίου σου καθορῶν τρόπου τὴν ἐπιστολὴν ἠσπαζόμην· ὑπὲρ ἧς τὰ μὲν καθέκαστα γράφειν μακρὸν ἂν εἴη καὶ περιττῆς ἴσως ἀδολεσχίας οὐκ ἔξω. δοὖν ἐπῄνεσα διαφερόντως, ταῦτα εἰπεῖν οὐκ ἂν ὀκνήσαιμι· πρῶτον μέν, ὅτι τὴν παροινίαν ἣν εἰς ὑμᾶς τῆς Ἑλλάδος ἡγεμὼν πεπαρῴνηκεν, εἴ γε τὸν τοιοῦτον ἡγεμόνα χρὴ καλεῖν ἀλλὰ μὴ τύραννον, οὔπω βαρέως ἤνεγκας, οὐδὲν ἡγούμενος τούτων εἰς σὲ γεγονέναι. τό γε μὴν τῇ πόλει βοηθεῖν ἐκείνῃ βούλεσθαι καὶ προθυμεῖσθαι, περὶ ἣν ἐποιήσω τὰς διατριβάς, ἐναργές ἐστι φιλοσόφου γνώμης τεκμήριον· ὥστε μοι δοκεῖ τὸ μὲν πρότερον Σωκράτει προσήκειν, τὸ δεύτερον δέ, οἶμαι, Μουσωνίῳ· ἐκεῖνος μὲν γὰρ ἔφη, ὅτι μὴ θεμιτὸν ἄνδρα σπουδαῖον πρός του τῶν χειρόνων καὶ φαύλων βλαβῆναι, δὲ ἐπεμέλετο Γυάρων ἡνίκα φεύγειν αὐτὸν ἐπέταττε Νέρων. ταῦτα ἐγὼ τῆς ἐπιστολῆς τῆς σῆς ἐπαινέσας, τὸ τρίτον οὐκ οἶδα ὅντινα τρόπον ἀποδέξομαι· γράφεις γὰρ κελεύων σημαίνειν τι ἄν μοι παρὰ μέλος πράττειν αὐτὸς λέγειν δοκῇς· ἐγὼ δέ, ὅτι μὲν πλέον ἐμαυτῷ νῦν σοὶ τῶν τοιούτων δεῖν ὑπολαμβάνω παραινέσεων, πολλὰ ἔχων εἰπεῖν, ἐς αὖθις ἀναβαλοῦμαι. τὸ μὲν οὖν αἴτηματυχὸν οὐδὲ σοὶ προσήκει· περίεστι γάρ σοικαὶ σχολή, καὶ φύσεως ἔχεις εὖ, καὶ φιλοσοφίας ἐρᾷς, εἴπερ τις ἄλλος τῶν πώποτε. τρία δὲ ἅμα ταῦτα ξυνελθόντα ἤρκεσεν ἀποφῆναι τὸν Ἀμφίονα τῆς παλαιᾶς μουσικῆς εὑρετήν, χρόνος, θεοῦ πνεῦμα, ἔρως τε ὑμνωδίας· οὐδὲ γὰρ τῶν ὀργάνων ἔνδεια πρὸς ταῦτα πέφυκεν ἀντιτάττεσθαι, ἀλλὰ καὶ ταῦτα ῥᾳδίως ἂν τῶν τριῶν τούτων μέτοχος ἐξεύροι. γὰρ οὐχὶ τοῦτον αὐτὸν ἀκοῇ παραδεδέγμεθα οὐ τὰς ἁρμονίας μόνον, αὐτὴν δὲ ἐπαὐταῖς ἐξευρεῖν τὴν λύραν, εἴτε δαιμονιωτέρᾳ χρησάμενον ἐπινοίᾳ, εἴτε τινὶ θείᾳ δόσει διά τινα συμμαχίαν ἀμήχανον; καὶ τῶν παλαιῶν οἱ πλεῖστοι τοῖς τρισὶ τούτοις ἐοίκασι μάλιστα προσσχόντες οὔτι πλαστῶς φιλοσοφῆσαι, οὐδενὸς ἄλλου δεόμενοι. χρὴ οὖν σε παρίστασθαι καὶ διὰ τῶν ἐπιστολῶν τὰ πρακτέα καὶ τὰ μὴ παραινεῖν ἡμῖν προθύμως· ὁρῶμεν γὰρ καὶ τῶν στρατευομένων οὐ τοὺς εἰρηνεύοντας συμμαχίας δεομένους, τοὺς πονουμένους δέ, οἶμαι, τῷ πολέμῳ, καὶ τῶν κυβερνητῶν οὐχ οἱ μὴ πλέοντες τοὺς πλέοντας παρακαλοῦσιν, οἱ ναυτιλλόμενοι δὲ τοὺς σχολὴν ἄγοντας. οὕτως ἐξ ἀρχῆς δίκαιον ἐφάνη τοὺς σχολὴν ἄγοντας τοῖς ἐπὶ τῶν ἔργων ἀμύνειν καὶ παρεστάναι καὶ τὸ πρακτέον ὑφηγεῖσθαι, ἐπειδάν, οἶμαι, τὰ αὐτὰ πρεσβεύωσι. ταῦτα διανοούμενόν σε προσήκει τοῦθὅπερ ἀξιοῖς παρἡμῶν εἰς σὲ γίνεσθαι, δρᾶν, καὶ εἴ σοι φίλον, ταυτὶ ξυνθώμεθα, ἵνἐγὼ μέν, τι ἄν μοι φαίνηται περὶ τῶν σῶν ἁπάντων, πρὸς σὲ σημαίνω, σὺ δὲ αὖθις πρὸς ἐμέ περὶ τῶν ἐμῶν λόγων καὶ πράξεων· ταύτης γάρ, οἶμαι, τῆς ἀμοιβῆς οὐδὲν ἂν ἡμῖν γένοιτο κάλλιον. ἐρρωμένον σε θεία πρόνοια διαφυλάξαι πολλοῖς χρόνοις ἀδελφὲ ποθεινότατε. ἴδοιμί σε διὰ ταχέων, ὡς εὔχομαι.
Tap any Greek word to look it up
An open-access project
Hertlein 1913
Teubner
Hertlein, Teubner, 1913 · 1913-1923
The Editor

Friedrich Karl Hertlein (1825–1882) was a German classical scholar who produced the Teubner editions of the Emperor Julian's works. His editions of Julian's orations, letters, and philosophical writings provided the first modern critical texts of this fascinating 4th-century emperor-philosopher, whose attempt to restore traditional Roman religion earned him the epithet "the Apostate."

About This Edition

Hertlein's Teubner edition of Julian, published in two volumes (1875–1876), established the critical text of Julian's surviving works based on systematic manuscript collation. The Budé edition by J. Bidez and others (1924–1964) has since provided a more thorough treatment of the manuscript tradition, but Hertlein's text remains the basis on which later editions were built.

Translator

Wilmer Cave Wright (Loeb Classical Library)

Text Basis

Text based on the Teubner edition (Hertlein). Wright translated for the Loeb Classical Library.

Tap any Greek word to look it up