§1
Συγκτησείδιον μικρὸν ἀγρῶν τεττάρων δοθέντων μοι παρὰ τῆς τήθης ἐν τῇ Βιθυνίᾳ τῇ σῇ διαθέσει δῶρον δίδωμι, ἔλαττον μὲν ἢ ὥστε ἄνδρα εἰς περιουσίαν ὀνῆσαί τι μέγα καὶ ἀποφῆναι ὄλβιον, ἔχον δὲ οὐδὲ ὣς παντάπασιν ἀτερπῆ τὴν δόσιν, εἴ σοι τὰ καθ’ ἕκαστα περὶ αὐτοῦ διέλθοιμι.παίζειν δὲ οὐδὲν κωλύει πρὸς σὲ χαρίτων γέμοντα καὶ εὐμουσίας. ἀπῴκισται μὲν τῆς θαλάττης σταδίους οὐ πλέον εἴκοσι, καὶ οὔτε ἔμπορος οὔτε ναύτης ἐνοχλεῖ λάλος καὶ ὑβριστὴς τῷ χωρίῳ. οὐ μὴν ἀφῄρηται τὰς παρὰ τοῦ Νηρέως χάριτας παντελῶς, ἔχει δὲ ἰχθὺν πρόσφατον ἀεὶ καὶ ἀσπαίροντα, καὶ ἐπί τινος ἀπὸ τῶν δωμάτων προελθὼν γηλόφου ὄψει τὴν θάλατταν τὴν Προποντίδα καὶ τὰς νήσους τήν τε ἐπώνυμον πόλιν τοῦ γενναίου βασιλέως, οὐ φυκίοις ἐφεστὼς καὶ βρύοις, οὐδὲ ἐνοχλούμενος ὑπὸ τῶν ἐκβαλλομένων εἰς τοὺς αἰγιαλοὺς καὶ τὰς ψάμμους ἀτερπῶν πάνυ καὶ οὐδὲ ὀνομάζειν ἐπιτηδείων λυμάτων, ἀλλ’ ἐπὶ σμίλακος καὶ θύμου καὶ πόας εὐώδους. ἡσυχία δὲ πολλὴ κατακλινομένῳ καὶ εἴς τι βιβλίον ἀφορῶντι, εἶτα διαναπαύοντι τὴν ὄψιν ἥδιστον ἀπιδεῖν εἰς τὰς ναῦς καὶ τὴν θάλατταν. τοῦτο ἐμοὶ μειρακίῳ κομιδῇ νέῳ θερίδιον ἐδόκει φίλτατον· ἔχει γὰρ καὶ πηγὰς οὐ φαύλας καὶ λουτρὸν οὐκ ἀναφρόδιτον καὶ κῆπον καὶ δένδρα. ἀνὴρ δ’ ὢν ἤδη τὴν παλαιὰν ἐκείνην ἐπόθουν δίαιταν, καὶ ἦλθον πολλάκις, καὶ γέγονεν ἡμῖν οὐκ ἔξω λόγων ἡ σύνοδος. ἔστι δ’ ἐνταῦθα καὶ γεωργίας ἐμῆς μικρὸν ὑπόμνημα, φυταλία βραχεῖα, φέρουσα οἶνον εὐώδη τε καὶ ἡδύν, οὐκ ἀναμένοντά τι παρὰ τοῦ χρόνου προσλαβεῖν. τὸν Διόνυσον ὄψει καὶ τὰς Χάριτας. ὁ βότρυς δὲ ἐπὶ τῆς ἀμπέλου καὶ ἐπὶ τῆς ληνοῦ θλιβόμενος ἀπόζει τῶν ῥόδων, τὸ γλεῦκος δὲ ἐν τοῖς πίθοις ἤδη νέκταρός ἐστιν ἀπορρὼξ Ὁμήρῳ πιστεύοντι. τί δῆτα οὐ πολλὴ γέγονεν οὐδ’ ἐπὶ πλέθρα πάνυ πολλὰ ἡ τοιαύτη ἄμπελος; τυχὸν μὲν οὐδὲ ἐγὼ γεωργὸς γέγονα πρόθυμος· ἀλλὰ ἐπεὶ ἐμοὶ νηφάλιος ὁ τοῦ Διονύσου κρατὴρ καὶ ἐπὶ πολὺ τῶν νυμφῶν δεῖται, ὅσον εἰς ἐμαυτὸν καὶ τοὺς φίλους· ὀλίγον δέ ἐστι τὸ χρῆμα τῶν ἀνδρῶν· παρεσκευασάμην. νῦν δή σοι δῶρον, ὦ φίλη κεφαλή, δίδωμι μικρὸν μὲν ὅπερ ἐστί, χαρίεν δὲ φίλῳ παρὰ φίλου, οἴκοθεν οἴκαδε, κατὰ τὸν σοφὸν ποιητὴν Πίνδαρον. τὴν ἐπιστολὴν ἐπισύρων πρὸς λύχνον γέγραφα, ὥστε, εἴ τι ἡμάρτηται, μὴ πικρῶς ἐξέταζε μηδ’ ὡς ῥήτωρ ῥήτορα.
Tap any Greek word to look it up