§1
Ἀμείνων ἦσθα σιωπῶν πρότερον ἢ νῦν ἀπολογούμενος· οὐδὲ γὰρ ἐλοιδοροῦ τότε, καίτοι διανοούμενος ἴσως αὐτό· νυνὶ δὲ ὥσπερ ὠδίνων τὴν καθ’ ἡμῶν λοιδορίαν ἀθρόαν ἐξέχεας. ἢ γὰρ οὐ χρή με καὶ λοιδορίαν αὐτὸ καὶ βλασφημίαν νομίζειν, ὅτι με τοῖς σεαυτοῦ φίλοις ὑπελάμβανες εἶναι προσόμοιον, ὧν ἑκατέρῳ δέδωκας σεαυτὸν ἄκλητον, μᾶλλον δὲ τῷ μὲν ἄκλητον, τῷ προτέρῳ, τῷ δευτέρῳ δὲ ἐνδειξαμένῳ μόνον, ὅτι σε συνεργὸν ἐθέλει προσλαβεῖν, ὑπήκουσας. ἀλλ’ εἰ μὲν ἐγὼ προσόμοιός εἰμι Κώνσταντι καὶ Μαγνεντίῳ, τὸ πρᾶγμα αὐτό, φασί, δείξει· σὺ δ’ ὅτι κατὰ τὸν κωμικὸν σαυτὴν ἐπαινεῖς ὥσπερ Ἀστυδάμας, γύναι, πρόδηλόν ἐστιν ἐξ ὧν ἐπέστειλας. ἡ γὰρ ἀφοβία καὶ τὸ μέγα θάρσος καὶ τὸ εἴθε με γνοίης ὅσος καὶ οἷός εἰμι, καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα, βαβαί, πηλίκου κτύπου καὶ κόμπου ῥημάτων ἐστίν. ἀλλὰ καὶ πρὸς τῶν Χαρίτων καὶ τῆς Ἀφροδίτης, εἰ τολμηρὸς οὕτως εἶ καὶ γενναῖος, τί καὶ τρίτον ηὐλαβήθης, ἂν δέῃ, προσκρούειν; οἱ γὰρ τοῖς κρατοῦσιν ἀπεχθανόμενοι, τὸ μὲν κουφότατον καί, ὡς ἂν εἴποι τις, ἥδιστον τῷ γε νοῦν ἔχοντι, τοῦ πράγματα ἔχειν ταχέως ἀπαλλάττονται, μικρὰ δὲ εἰ χρὴ προσζημιωθῆναι, περὶ τὰ χρήματα πταίουσι· τὸ δὲ κεφάλαιόν ἐστι τῆς ὀργῆς καὶ τὸ παθεῖν, φασί, τὰ ἀνήκεστα, τὸ ζῆν προέσθαι. τούτων δὴ πάντων ὑπερορῶν, ὅτι καὶ τὸν ἰδίως ἄνδρα ἐπέγνωκας· καὶ τὸν κοινῶς καὶ γενικῶς ἄνθρωπον ὑφ’ ἡμῶν τῶν ὀψιμαθῶν ἀγνοούμενον, ἀνθ’ ὅτου, πρὸς τῶν θεῶν, εὐλαβεῖσθαι ἔφης, μὴ τρίτον προσκρούσῃς; οὐ γὰρ δὴ πονηρὸν ἐκ χρηστοῦ σε ποιήσω χαλεπήνας ἐγώ· ζηλωτὸς γὰρ ἂν ἦν ἐν δίκῃ τοῦτο δυνάμενος· ἦ γάρ, ὥς φησι Πλάτων, καὶ τοὐναντίον οἷός τε ἦν ἄν. ἀδεσπότου δὲ τῆς ἀρετῆς οὔσης ἐχρῆν ὑπολογίζεσθαι μηδὲν τῶν τοιούτων. ἀλλ’ οἴει μέγα τὸ πάντας μὲν βλασφημεῖν, πᾶσι δὲ ἁπλῶς λοιδορεῖσθαι, καὶ τὸ τῆς εἰρήνης τέμενος ἀποφαίνειν ἐργαστήριον πολέμου. ἢ τοῦτο νομίζεις ὑπὲρ τῶν παλαιῶν ἁμαρτημάτων ἀπολογεῖσθαι πρὸς ἅπαντας, καὶ τῆς πάλαι ποτὲ μαλακίας παραπέτασμα τὴν νῦν ἀνδρείαν εἶναί σοι; τὸν μῦθον ἀκήκοας τὸν Βαβρίου Γαλῆ ποτ’ ἀνδρὸς εὐπρεποῦς ἐρασθεῖσα. τὰ δὲ ἄλλα ἐκ τοῦ βιβλίου μάνθανε. πολλὰ εἰπὼν οὐδένα ἂν πείσειας ἀνθρώπων, ὡς οὐ γέγονας ὅπερ οὖν γέγονας καὶ οἷον πολλοὶ πάλαι σε ἠπίσταντο. τὴν νῦν δὲ ἀμαθίαν καὶ τὸ θάρσος οὐχ ἡ φιλοσοφία μὰ τοὺς θεοὺς ἐνεποίησέ σοι, τοὐναντίον δὲ ἡ διπλῆ κατὰ Πλάτωνα ἄγνοια. κινδυνεύων γὰρ εἰδέναι μηδέν, ὡς οὐδὲ ἡμεῖς, οἴει δὴ πάντων εἶναι σοφώτατος, οὐ τῶν νῦν ὄντων μόνον, ἀλλὰ καὶ τῶν γεγονότων, ἴσως δὲ καὶ τῶν ἐσομένων. οὕτω σοι πρὸς ὑπερβολὴν ἀμαθίας τὰ τῆς οἰήσεως ἐπιδέδωκεν.
§2
Ἀλλὰ σοῦ μὲν ἕνεκα καὶ ταῦτα τῶν ἱκανῶν εἴρηταί μοι πλείω, δεῖ δὲ ἴσως ἀπολογήσασθαι διὰ σὲ καὶ τοῖς ἄλλοις, ὅτι προχείρως ἐπὶ κοινωνίαν σε παρεκάλεσα πραγμάτων. τοῦτ’ οὐ πρῶτος οὐδὲ μόνος ἔπαθον, ὦ Διονύσιε. ἐξηπάτησε καὶ Πλάτωνα τὸν μέγαν ὁ σὸς ὁμώνυμος, ἀλλὰ καὶ ὁ Ἀθηναῖος Κάλλιπος· εἰδέναι μὲν γὰρ αὐτόν φησι πονηρὸν ὄντα, τηλικαύτην δὲ ἐν αὐτῷ τὸ μέγεθος κακίαν οὐδ’ ἂν ἐλπίσαι πώποτε. καὶ τί χρὴ λέγειν ὑπὲρ τούτων, ὅπου καὶ τῶν Ἀσκληπιαδῶν ὁ ἄριστος Ἱπποκράτης ἔφη· Ἔσφηλαν δέ μου τὴν γνώμην αἱ ἐν τῇ κεφαλῇ ῥαφαί; εἶτ’ ἐκεῖνοι μὲν ὑπὲρ ὧν ᾔδεσαν ἐξηπατῶντο, καὶ τὸ τεχνικὸν ἐλάνθανε τὸν ἰατρὸν θεώρημα, θαυμαστὸν δέ, εἴπερ Ἰουλιανὸς ἀκούσας ἐξαίφνης ἀνδρίζεσθαι τὸν Νεῖλον Διονύσιον ἐξηπατήθη; ἀκούεις ἐκεῖνον τὸν Ἠλεῖον Φαίδωνα, καὶ τὴν ἱστορίαν ἐπίστασαι· εἰ δὲ ἀγνοεῖς, ἐπιμελέστερον πολυπραγμόνησον, ἐγὼ δ’ οὖν ἐρῶ τοῦτο. ἐκεῖνος ἐνόμιζεν οὐδὲν ἀνίατον εἶναι τῇ φιλοσοφίᾳ, πάντας δὲ ἐκ πάντων ὑπ’ αὐτῆς καθαίρεσθαι βίων, ἐπιτηδευμάτων, ἐπιθυμιῶν, πάντων ἁπαξαπλῶς τῶν τοιούτων. εἰ γὰρ τοῖς εὖ πεφυκόσι καὶ καλῶς τεθραμμένοις ἐπήρκει μόνον, οὐδὲν ἂν ἦν θαυμαστὸν τὸ κατ’ αὐτήν· εἰ δὲ καὶ τοὺς οὕτω διακειμένους ἀνάγει πρὸς τὸ φῶς, δοκεῖ μοι διαφερόντως εἶναι θαυμάσιον. ἐκ τούτων ἡ περὶ σέ μοι κατ’ ὀλίγον γνώμη, ὡς ἴσασιν οἱ θεοὶ πάντες, ἔρρεπεν ἐπὶ τὸ βέλτιον. οὔτοι γοῦν οὔτε ἐν πρώτοις οὔτε ἐν δευτέροις τῶν κρατίστων ἐθέμην ἀνδρῶν τὸ κατὰ σέ. ἐπίστασαι ἴσως αὐτός· εἰ δὲ ἀγνοεῖς, τοῦ καλοῦ Συμμάχου πυνθάνου. πέπεισμαι γάρ, ἐκεῖνος ὅτι οὔποτ’ ἂν ἑκὼν εἶναι ψεύσαιτο, τὰ πάντα ἀληθίζεσθαι πεφυκώς. εἰ δὲ ἀγανακτεῖς, ὅτι μὴ πάντων σε προυτιμήσαμεν, ἐγὼ μὲν ἐμαυτῷ, ὅτι σε καὶ ἐν ἐσχάτοις ἔταξα, μέμφομαι, καὶ χάριν οἶδα τοῖς θεοῖς πᾶσί τε καὶ πάσαις, οἳ κοινωνῆσαί σε πραγμάτων καὶ φίλους ἡμᾶς γενέσθαι διεκώλυσαν καὶ γὰρ εἰ πολλὰ περὶ τῆς φήμης οἱ ποιηταί φασιν ὡς ἔστι θεός, ἔστω δέ, εἰ βούλει, δαιμόνιόν γε τὸ τῆς φήμης, οὐ πάνυ τι προσεκτέον αὐτῇ, διότι πέφυκε τὸ δαιμόνιον οὐ πάντα καθαρὸν οὐδὲ ἀγαθὸν τελείως ὡς τὸ τῶν θεῶν εἶναι γένος, ἀλλ’ ἐπικοινωνεῖ πως καὶ πρὸς θάτερον. εἰ δὲ ὑπὲρ τῶν ἄλλων δαιμόνων οὐ θέμις τοῦτο φάναι, περὶ τῆς φήμης οἶδ’ ὅτι λέγων ὡς πολλὰ μὲν ψευδῶς, πολλὰ δὲ ἀληθῶς ἀγγέλλει, οὔποτ’ ἂν αὐτὸς ἁλοίην ψευδομαρτυριῶν.
§3
Ἀλλὰ τὴν παρρησίαν τὴν σὴν οἴει τεττάρων εἶναι ὀβολῶν, τὸ λεγόμενον, ἀξίαν; οὐκ οἶσθ’ ὅτι καὶ Θερσίτης ἐν τοῖς Ἕλλησιν ἐπαρρησιάζετο, καὶ Ὀδυσσεὺς μὲν αὐτὸν ὁ συνετώτατος ἔπαι ετῷ σκήπτρῳ, τῷ δὲ Ἀγαμέμνονι τῆς Θερσίτου παροινίας ἔλαττον ἔμελεν ἢ χελώνῃ μυιῶν, τὸ τῆς παροιμίας; πλὴν οὐ μέγα ἔργον ἐστὶ νἐπιτιμᾶν ἄλλοις, ἑαυτὸν δὲ ἀνεπιτίμητον παρασχεῖν. εἰ δέ σοι ταύτης μέτεστι τῆς μερίδος, ἐπίδειξον ἡμῖν. ἆρ’ ὅτε νέος ἦσθα, καλὰς ἔδωκας ὑπὲρ σαυτοῦ τοῖς πρεσβυτέροις ὁμιλίας; ἀλλ’ ἐγὼ κατὰ τὴν Εὐριπίδειον Ἤλεκτραν τὰς τοιαύτας σιγῶ τύχας. ἐπεὶ δὲ ἀνὴρ γέγονας καὶ στρατοπέδῳ παρέβαλες, ἔπραξας πῶς πρὸς τοῦ Διός; ὑπὲρ τῆς ἀληθείας φὴς προσκρούσας ἀπηλλάχθαι. ἐκ τίνων τοῦτο ἔχων δεῖξαι, ὥσπερ οὐ πολλῶν καὶ πονηροτάτων, ὑφ’ ὧνπερ καὶ αὐτὸς ἀπηλάθης, ἐκτοπισθέντων; οὐ τοῦτό ἐστιν, ὦ συνετώτατε Διονύσιε, σπουδαίου καὶ σώφρονος ἀνδρός, ἀπεχθανόμενον ἀπελθεῖν τοῖς κρατοῦσιν. ἦσθα δὲ ἂν βελτίων, εἰ τοὺς ἀνθρώπους ἐκ τῆς πρὸς σεαυτὸν συνουσίας ἀπέφηνας ἡμῖν μετριωτέρους. ἀλλὰ τοῦτο μὲν οὐ κατὰ σέ, μὰ τοὺς θεούς, οὐδὲ κατὰ μυρίους ἄλλους, ὅσοι ζηλοῦσι τὸν σὸν τρόπον· πέτραι γὰρ πέτραις καὶ λίθοι λίθοις προσαραττόμενοι οὐκ ὠφελοῦσι μὲν ἀλλήλους, ὁ δ’ ἰσχυρότερος τὸν ἥττονα εὐχερῶς συντρίβει.
§4
Ἆρα μὴ Λακωνικῶς ταῦτα καὶ συντόμως λέγω; ἀλλ’ ἐγὼ μέν οἶμαι λαλίστερος διὰ σὲ καὶ τῶν Ἀττικῶν ἀποπεφάνθαι τεττίγων. ὑπὲρ δὲ ὧν εἰς ἐμὲ πεπαρῴνηκας, ἐπιθήσω σοι δίκην τὴν πρέπουσαν, ἐθελόντων θεῶν καὶ τῆς δεσποίνης Ἀδραστείας. τίς οὖν ἡ δίκη καὶ τί μάλιστα τὸ δυνάμενόν σου τὴν γλῶτταν καὶ τὴν διάνοιαν ὀδυνῆσαι; ὡς ἐλάχιστα πειράσομαι διά τε τῶν λόγων καὶ διὰ τῶν ἔργων ἐξαμαρτὼν μὴ παρασχέσθαι σου τῇ κακηγόρῳ γλώττῃ πολλὴν φλυαρίαν. καίτοι με οὐ λέληθεν, ὅτι καὶ τῆς Ἀφροδίτης φασὶν ὑπὸ τοῦ Μώμου ἐσκῶφθαι τὸ σάνδαλον. ἀλλ’ ὁρᾷς ὅτι πολλὰ καὶ ὁ Μῶμος ἐρρήγνυτο, καὶ μόλις ἐλαμβάνετο τοῦ σανδάλου. εἴη δὲ καὶ σὲ περὶ ταῦτα τριβόμενον καταγηρᾶσαι καὶ τοῦ Τιθωνοῦ βαθύτερον καὶ τοῦ Κινύρου πλουσιώτερον καὶ τοῦ Σαρδαναπάλου τρυφηλότερον, ὅπως τὸ τῆς παροιμίας ἐπὶ σοῦ πληρωθῇ Δὶς παῖδες οἱ γέροντες.
§5
Ἀλλ’ ὁ θεσπέσιος Ἀλέξανδρος ἐκ τίνων ἐφάνη σοι τηλικοῦτος; ἆρ’ ὅτι μιμητὴς αὐτοῦ γενόμενος ἐζήλωσας ὅσα ἐκείνῳ τὸ μειράκιον ὁ Ἑρμόλαος ὠνείδισεν; ἢ τοῦτο μὲν οὐδεὶς οὕτως ἐστὶν ἀνόητος ὡς ὑπονοῆσαι περὶ σοῦ· τοὐναντίον δὲ καὶ ὅπερ ἀπωδύρετο παθὼν Ἑρμόλαος, καὶ διόπερ διενοεῖτο τὸν Ἀλέξανδρον, ὥς φασιν, ἀποκτεῖναι, τοῦτο δὲ οὐδεὶς ὅστις πεπεισμένος οὐκ ἔστι περὶ σοῦ; πολλῶν δὲ ἐγὼ νὴ τοὺς θεοὺς καὶ σφόδρα σε φαμένων φιλεῖν ἀκήκοα πολλὰ ὑπὲρ ταύτης ἀπολογουμένων τῆς ἁμαρτίας, ἤδη δέ τινος καὶ ἀπιστοῦντος. ἀλλ’ οὗτός ἐστιν ἡ μία χελιδών, οὐ ποιεῖ τὸ ἔαρ. ἀλλ’ ἴσως ἐκεῖθεν Ἀλέξανδρος ὤφθη σοι μέγας, ὅτι Καλλισθένη μὲν ἀπέκτεινε πικρῶς, Κλεῖτος δὲ αὐτοῦ τῆς παροινίας ἔργον ἐγένετο, Φιλώτας τε καὶ Παρμενίων καὶ τὸ Παρμενίωνος παιδίον. ἐπεὶ τὰ περὶ τὸν Ἕκτορα τὸν ἐν Αἰγύπτῳ τοῦ Νείλου ταῖς δίναις ἢ ταῖς Εὐφράτου· λέγεται γὰρ ἑκάτερον· ἐναποπνιγέντα καὶ τὰς ἄλλας αὐτοῦ παιδιὰς σιωπῶ, μὴ βλασφημεῖν ἄνδρα δόξω τὸ κατωρθωμένον μὲν οὐδαμῶς ἔχοντα, κράτιστον μέντοι τὰ πολεμικὰ στρατηγόν. ὧν σὺ κατὰ τὴν προαίρεσιν καὶ κατὰ τὴν ἀνδρείαν ἔλαττον μετέχεις ἢ τριχῶν ἰχθύες. ἄκουε δὴ τῆς παραινέσεως μὴ λίαν ὀργίλως, οὔ τοι, τέκνον ἐμόν, δέδοται πολεμήια ἔργα, τὸ δὲ ἑξῆς οὐ παραγράφω σοι, αἰσχύνομαι γὰρ νὴ τοὺς θεούς. ἀξιῶ μέντοι σε προσυπακούειν αὐτό· καὶ γὰρ εὔλογον ἕπεσθαι τοῖς ἔργοις τοὺς λόγους, ἀλλὰ μὴ φεύγειν τὰ ῥήματα τὸν μηδαμῶς διαπεφευγότα τὰ ἔργα.
§6
Ἀλλ’ ὁ τὴν Μαγνεντίου καὶ Κώνσταντος ὁσίαν αἰσχυνόμενος, ἀνθ’ ὅτου τοῖς ζῶσι πολεμεῖς καὶ τοῖς ὁπωσοῦν βελτίστοις λοιδορῇ; πότερον ὅτι μᾶλλον ἐκεῖνοι δύνανται τῶν ζώντων ἀμύνεσθαι τοὺς λυποῦντας; ἀλλὰ σοὶ τοῦτο οὐ προσήκει λεγειν· εἶ γάρ, ὡς γράφεις, θαρραλεώτατος. ἀλλ’ εἰ μὴ τοῦτο, τυχὸν ἕτερον· ὡς γὰρ οὐκ αἰσθανομένους ἐπισκώπτειν ἴσως οὐ βούλει. τῶν ζώντων δὲ ἆρά τις οὕτως εὐήθης ἐστὶν ἢ μικρόψυχος, ὃς ἀξιώσειεν ἂν αὑτοῦ παρὰ σοὶ λόγον εἶναί τινα, καὶ οὐ βουλήσεται μάλιστα μὲν ἀγνοεῖσθαι παρὰ σοῦ παντάπασιν, εἰ δ’ ἀδύνατον εἴη, λοιδορεῖσθαι παρὰ σοῦ μᾶλλον, καθάπερ ἐγὼ νῦν, ἢ τιμᾶσθαι; μήποτε οὕτω κακῶς φρονήσαιμι, μήποτε τῶν παρὰ σοῦ μᾶλλον ἐπαίνων ἢ ψόγων ἀντιποιησαίμην.
§7
Ἀλλ’ αὐτὸ τοῦτο τὸ γράφειν πρὸς σε δακνομένου τυχὸν ἴσως ἐστίν; οὐ μὰ τοὺς θεοὺς τοὺς σωτῆρας, ἀλλ’ ἐπικόπτοντος τὴν ἄγαν αὐθάδειαν καὶ τὴν θρασύτητα καὶ τὴν ἀκολασίαν τὴν τῆς γλώττης καὶ τὸ τῆς ψυχῆς ἄγριον καὶ τὸ μαινόμενον τῶν φρενῶν καὶ τὸ παρακεκινηκὸς ἐν πᾶσιν. ἐξῆν γοῦν, εἴπερ ἐδεδήγμην, ἔργοις ἀλλὰ μὴ λόγοις σε σφόδρα νομίμως κολάσαι. πολίτης γὰρ ὢν καὶ τῆς γερουσίας μετέχων αὐτοκράτορος ἐπίταγμα παρῃτήσω· τοῦτο δὲ οὐκ ἐξῆν δήπουθεν τῷ μὴ μεγάλην ἀνάγκην προϊσχομένῳ. οὔκουν ἐξήρκει μοι ὑπὲρ τούτου ζημιῶσαί σε παντοίαν ζημίαν, ἀλλ’ ᾠήθην δεῖν γράψαι πρός σε πρῶτον, νομίζων ἰάσιμον ἐπιστολίῳ βραχεῖ. ὡς δέ ς̓ ἐμμένοντα τοῖς αὐτοῖς, μᾶλλον δὲ τὸ λεληθὸς τέως τῆς μανίας ἐφώρασα, μή τι καὶ νομισθείης ἀνήρ, οὐκ ἀνὴρ ὤν, καὶ παρρησίας μεστός, ἐμβροντησίας ὢν πλήρης, καὶ παιδείας μετεσχηκώς, οὐδὲ γρὺ λόγων ἁψάμενος, ὅσα γε εἰκός ἐστι ταῖς ἐπιστολαῖς σου τεκμήρασθαι. τὸ γὰρ φροῦδον οὐδεὶς εἶπε τῶν ἀρχαίων ἐπὶ τοῦ προφανοῦς, ὥσπερ σὺ νῦν, ἐπεὶ τὰς ἄλλας σου τῆς ἐπιστολῆς ἁμαρτίας οὐδεὶς ἂν ἐπεξελθεῖν ἐν μακρῷ βιβλίῳ δυνηθείη καὶ τὸ μαστροπὸν ἐκεῖνο καὶ βδελυρὸν ἦθος, ὑφ’ οὗ σεαυτὸν προαγωγεύεις. οὐ γὰρ τοὺς ἐξ ἑτοίμου φὴς ἥκοντας οὐδὲ τοὺς ἐφεδρεύοντας ταῖς ἀρχαῖς, ἀλλὰ τοὺς βεβαίᾳ κρίσει χρωμένους καὶ κατὰ τοῦτο τὸ δέον αἱρουμένους τούτους δεῖν, ἀλλ’ οὐ τοὺς ἑτοίμως ὑπακούοντας, αἱρεῖσθαι. καλάς γε ἡμῖν ἐλπίδας ὑποφαίνεις οὐδὲν δεομένοις ὡς ὑπείξων, ἢν αὖθίς σε καλῶμεν ἐπὶ κοινωνίαν πραγμάτων. ἐμοὶ δὲ τοσοῦτον μέρος τούτου περίεστιν, ὥστε σε, τῶν ἄλλων εἰσιεμένων, οὐδὲ προσείρηκα πώποτε. καίτοι γε πρὸς πολλοὺς ἔγωγε τοῦτο ἐποίησα γνωρίμων τε καὶ ἀγνοουμένων ἐμοὶ κατὰ τὴν θεοφιλῆ Ῥώμην διατρίβοντας. οὕτω σου τῆς φιλίας ἀντεποιούμην, οὕτω σε σπουδῆς ἄξιον ᾠόμην. εἰκὸς οὖν ὅτι καὶ τὰ μέλλοντα πρός σε τοιαῦτα ἔσται. καὶ γὰρ νῦν ἔγραψα ταυτηνὶ τὴν ἐπιστολήν, οὐ σοὶ μόνον ἀνάγνωσμα, ἐπεὶ καὶ ἀναγκαίαν πολλοῖς αὐτὴν ᾔδειν, καὶ δώσω γε πᾶσιν οὐκ ἄκουσιν, ὡς ἐμαυτὸν πείθω, ληψομένοις· σεμνότερον γὰρ ὁρῶντές σε καὶ ὀγκωδέστερον τῶν ἔμπροσθέν σοι βεβιωμένων ἄχθονται.
§8
Τελείαν ἔχεις παρ’ ἡμῶν τὴν ἀπόκρισιν, ὥστε σε μηδὲν ἐπιποθεῖν. οὔκουν οὐδὲ ἡμεῖς παρὰ σοῦ τι πλέον ἀπαιτοῦμεν· ἀλλ’ ἐντυχών, εἰς ὅ τι βούλει τοῖς γράμμασι χρῆσαι· τὰ γὰρ τῆς ἡμετέρας φιλίας πεπέρανταί σοι. ἔρρωσο τρυφῶν καὶ λοιδορούμενος ἐμοὶ παραπλησίως.
Tap any Greek word to look it up