Αὐτοκράτωρ Καῖσαρ Ἰουλιανὸς Μέγιστος Σεβαστὸς Ἀλεξανδρέων τῷ δήμῳ
§1
Εἰ μὴ τὸν Ἀλέξανδρον τὸν οἰκιστὴν ὑμῶν καὶ πρό γε τούτου τὸν θεὸν τὸν μέγαν τὸν ἁγιώτατον Σάραπιν αἰδεῖσθε, τοῦ κοινοῦ γοῦν ὑμᾶς καὶ ἀνθρωπίνου καὶ πρέποντος πῶς οὐκ εἰσῆλθε λόγος οὐδείς; προσθήσω δὲ ὅτι καὶ ἡμῶν, οὓς οἱ θεοὶ πάντες, ἐν πρώτοις δὲ ὁ μέγας Σάραπις ἄρχειν ἐδικαίωσαν τῆς οἰκουμένης· οἷς πρέπον ἦν τὴν ὑπὲρ τῶν ἠδικηκότων ὑμᾶς φυλάξαι διάγνωσιν. ἀλλ’ ὀργὴ τυχὸν ἴσως ὑμᾶς ἐξηπάτησε καὶ θυμός, ὅσπερ οὖν εἴωθε τὰ δεινὰ πράττειν, τὰς φρένας μετοικίσας, οἳ τὰ τῆς ὁρμῆς ἀναστείλαντες τοῖς παραχρῆμα βεβουλευμένοις καλῶς ὕστερον ἐπηγάγετε τὴν παρανομίαν, οὐδὲ ᾐσχύνθητε δῆμος ὄντες τολμῆσαι ταὐτά, ἐφ’ οἷς ἐκείνους ἐμισήσατε δικαίως. εἴπατε γάρ μοι πρὸς τοῦ Σαράπιδος, ὑπὲρ ποίων ἀδικημάτων ἐχαλεπήνατε Γεωργίῳ; τὸν μακαρίτην Κωνστάντιον, ἐρεῖτε δήπουθεν, ὅτι καθ’ ὑμῶν παρώξυνεν, εἶτα εἰσήγαγεν εἰς τὴν ἱερὰν πόλιν στρατόπεδον, καὶ κατέλαβεν ὁ στρατηγὸς τῆς Αἰγύπτου τὸ ἁγιώτατον τοῦ θεοῦ τέμενος, ἀποσυλήσας ἐκεῖθεν εἰκόνας καὶ ἀναθήματα καὶ τὸν ἐν τοῖς ἱεροῖς κόσμον. ὑμῶν δὲ ἀγανακτούντων εἰκότως καὶ πειρωμένων ἀμύνειν τῷ θεῷ, μᾶλλον δὲ τοῖς τοῦ θεοῦ κτήμασιν, ὁ δὲ ἐτόλμησεν ὑμῖν ἐπιπέμψαι τοὺς ὁπλίτας ἀδίκως καὶ παρανόμως καὶ ἀσεβῶς, ἴσως Γεώργιον μᾶλλον ἢ τὸν Κωνστάντιον δεδοικώς, ὃς αὐτὸν παρεφύλαττεν, εἰ μετριώτερον ὑμῖν καὶ πολιτικώτερον, ἀλλὰ μὴ τυραννικώτερον πόρρωθεν προσφέροιτο. τούτων οὖν ἕνεκεν ὀργιζόμενοι τῷ θεοῖς ἐχθρῷ Γεωργίῳ τὴν ἱερὰν αὖθις ἐμιάνατε πόλιν, ἐξὸν ὑποβάλλειν αὐτὸν ταῖς τῶν δικαστῶν ψήφοις· οὕτω γὰρ ἐγένετο ἂν οὐ φόνος οὐδὲ παρανομία τὸ πρᾶγμα, δίκη δὲ ἐμμελής, ὑμᾶς μὲν ἀθῴους πάντη φυλάττουσα, τιμωρουμένη μεὺ τὸν ἀνίατα δυσσεβήσαντα, σωφρονίζουσά δὲ τοὺς ἄλλους πάντας ὅσοι τῶν θεῶν ὀλιγωροῦσι καὶ προσέτι τὰς τοιαύτας πόλεις καὶ τοὺς ἀνθοῦντας δήμους ἐν οὐδενὶ τίθενται, τῆς ἑαυτῶν δὲ ποιοῦνται πάρεργον δυναστείας τὴν κατ’ ἐκείνων ὠμότητα.
§2
Παραβάλλετε τοίνυν ταύτην μου τὴν ἐπιστολὴν ᾗ μικρῷ πρῴην ἐπέστειλα, καὶ τὸ διάφορον κατανοήσατε. πόσους μὲν ὑμῶν ἐπαίνους ἔγραφον τότε; νυνὶ δὲ μὰ τοὺς θεοὺς ἐθέλων ὑμᾶς ἐπαινεῖν οὐ δύναμαι διὰ τὴν παρανομίαν. τολμᾷ δῆμος ὥσπερ οἱ κύνες λύκον ἄνθρωπον σπαράττειν, εἶτα οὐκ αἰσχύνεται τὰς χεῖρας προσάγειν τοῖς θεοῖς αἵματι ῥεούσας. ἀλλὰ Γεώργιος ἄξιος ἦν τοῦ τοιαῦτα παθεῖν. καὶ τούτων ἴσως ἐγὼ φαίην ἂν χείρονα καὶ πικρότερα. καὶ δι’ ὑμᾶς, ἐρεῖτε. σύμφημι καὶ αὐτός· παρ’ ὑμῶν δὲ εἰ λέγοιτε, τοῦτο οὐκέτι συγχωρῶ. νόμοι γὰρ ὑμῖν εἰσίν, οὓς χρὴ τιμᾶσθαι μάλιστα μὲν ὑπὸ πάντων ἰδίᾳ καὶ στέργεσθαι. πλὴν ἐπειδὴ συμβαίνει τῶν καθ’ ἕκαστόν τινας παρανομεῖν, ἀλλὰ τὰ κοινὰ γοῦν εὐνομεῖσθαι χρὴ καὶ πειθαρχεῖν τοῖς νόμοις ὑμᾶς, καὶ μὴ παραβαίνειν ὅσαπερ ἐξ ἀρχῆς ἐνομίσθη καλῶς. Εὐτύχημα γέγονεν ὑμῖν, ἄνδρες Ἀλεξανδρεῖς, ἐπ’ ἐμοῦ πλημμελῆσαι τοιοῦτό τι ὑμᾶς, ὃς αἰδοῖ τῇ πρὸς τὸν θεὸν καὶ διὰ τὸν θεῖον τὸν ἐμὸν καὶ ὁμώνυμον, ὃς ἦρξεν αὐτῆς τε Αἰγύπτου καὶ τῆς ὑμετέρας πόλεως, ἀδελφικὴν εὔνοιαν ὑμῖν ἀποσώζω. τὸ γὰρ τῆς ἐξουσίας ἀκαταφρόνητον καὶ τὸ ἀπηνέστερον καὶ καθαρὸν τῆς ἀρχῆς οὔποτε ἂν δήμου περιίδοι τόλμημα μὴ οὐ καθάπερ νόσημα χαλεπὸν πικροτέρῳ διακαθῆραι φαρμάκῳ. προσφέρω δ’ ἐγὼ ὑμῖν δι’ ἅσπερ ἔναγχος ἔφην αἰτίας τὸ προσηνέστατον, παραίνεσιν καὶ λόγους, ὑφ’ ὧν εὖ οἶδ’ ὅτι πείσεσθε μᾶλλον, εἶπερ ἐστέ, καθάπερ ἀκούω, τό τε ἀρχαῖον Ἕλληνες καὶ τὰ νῦν ἔτι τῆς εὐγενείας ἐκείνης ὕπεστιν ὑμῖν ἀξιόλογος καὶ γενναῖος ἐν τῇ διανοίᾳ καὶ τοῖς ἐπιτηδεύμασιν ὁ χαρακτήρ.
§3
Προτεθήτω τοῖς ἐμοῖς πολίταις Ἀλεξανδρεῦσιν.
Tap any Greek word to look it up