Julian Epistolae
EN Lat Orig
Fragmentum Epistolae [= 89b] Πρίσκῳ Εὐμενίῳ καὶ Φαριανῷ Ὀριβασίῳ Πρίσκῳ Ἀλυπίῳ ἀδελφῷ Καισαρίου Τῷ αὐτῷ Μαξίμῳ φιλοσόφῳ Ἰουλιανῷ θείῳ Ἰουλιανὸς Εὐθηρίῳ Ἰουλιανὸς Λεοντίῳ Μαξίμῳ φιλοσόφῳ Ἑρμογένει ἀποϋπάρχῳ Αἰγύπτου Προαιρεσίῳ Ἀετίῳ ἐπισκόπῳ Θεοδώρῳ ἀρχιερεῖ. Ζήνωνι. Book 18 Book 19 Ἰουλιανὸς Θεοδώρῳ ἀρχιερεῖ. Αὐτοκράτωρ Καῖσαρ Ἰουλιανὸς Μέγιστος Σεβαστὸς Ἀλεξανδρέων τῷ δήμῳ Ἀρσακίῳ ἀρχιερεῖ Γαλατίας. Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἀλεξανδρεῦσι διάταγμα Εὐαγρίῳ Βασιλείῳ Θρᾳξίν Ἀνεπίγραφος ὑπὲρ Ἀργείων Ἰουλιανῷ θείῳ Ἰουλιανὸς Φιλίππῳ Ἰουλιανοῦ νόμος περὶ τῶν ἰατρῶν. Θεοδώρᾳ. Θεοδώρᾳ τῇ αἰδεσιμωτάτῃ. Book 34 Ἀριστοξένῳ φιλοσόφῳ. Book 36 Ἀταρβίῳ Ἰουλιανοῦ τοῦ παραβάτου πρὸς Πορφύριον Βυζακίοις Ἑκηβολίῳ Βοστρηνοῖς Καλλιξείνῃ Εὐσταθίῳ φιλοσόφῳ Εὐσταθίῳ φιλοσόφῳ Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἀλεξανδρεῦσιν Ἀλεξανδρεῦσιν Ἐκδικίῳ Διονυσίῳ Ἰουδαίων τῷ κοινῷ Λιβανίῳ Λιβανίῳ Εὐστοχίῳ Book 56 Ἀρσάκῃ Ἀρμενίων σατράπῃ Λιβανίῳ σοφιστῇ καὶ κοιαίστωρι Μαξίμῳ φιλοσόφῳ Εὐγενίῳ φιλοσόφῳ Σωπάτρῳ Εὐκλείδῃ φιλοσόφῳ Ἑκηβολίῳ Λουκιανῷ σοφιστῇ Ἐλπιδίῳ φιλοσόφῳ Γεωργίῳ Καθολικῷ Γεωργίῳ Καθολικῷ Δοσιθέῳ Ἱμερίῳ Διογένει Γρηγορίῳ ἡγεμόνι Πλουτάρχῳ Μαξιμίνῳ Ιαμβλίχῳ τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Σαραπίωνι τῷ λαμπροτάτῳ Βασιλείῳ Γάλλος καῖσαρ Ἰουλιανῷ ἀδελφῷ χαίρειν Ιουλιανῷ Εὐστάθιος φιλόσοφος
Τῷ αὐτῷ
§1 Αἰσθάνομαί σου τῆς ἐν τῇ μέμψει γλυκύτητος, καὶ ὡς ἑκάτερον ἐξ ἴσου πράττεις, καὶ οἷς γράφεις τιμῶν καὶ οἷς ἐγκαλεῖς παιδεύων. ἐγὼ δὲ εἰ μέν τι συνῄδειν ἐμαυτῷ τοῦ πρὸς σὲ γιγνομένου καὶ κατὰ μικρὸν ἐλλιπόντι, πάντως προφάσεις εὐλόγους εἰπὼν ἐπειρώμην ἂν τὴν μέμψιν ἐκκλίνειν, συγγνώμην ἁμαρτὼν αἰτεῖν οὐκ ἠρνούμην, ἐπεὶ μηδὲ ἄλλως ἀσύγγνωστον οἶδά σε πρὸς τοὺς σούς, εἴ τι τῶν πρὸς σὲ φιλικῶν ἐξήμαρτον ἄκοντες. νῦν δέ· οὐ γὰρ ἦν οὔτε σὲ παροφθῆναι θέμις οὔτε ἡμᾶς ἀμελεῖν, ἵνα τύχοιμεν ὧν ἀεὶ ζητοῦντες ποθοῦμεν· φέρε σοι καθάπερ ἐν ὅρῳ γραφῆς ἀπολογήσωμαι, καὶ δείξω μηδὲν ἐμαυτὸν ὧν ἐχρῆν εἰς σὲ παριδεῖν, ἀλλὰ μηδὲ μελλῆσαι τολμήσαντα.
§2 Ἦλθον ἐκ Παννονίας ἤδη τρίτον ἔτος τουτί, μόλις ἀφὧν οἶσθα κινδύνων καὶ πόνων σωθείς.ὑπερβὰς δὲ τὸν Καλχηδόνιον πορθμὸν καὶ ἐπιστὰς τῇ Νικομήδους πόλει σοὶ πρώτῳ καθάπερ πατρίῳ θεῷ τὰ πρωτόλεια τῶν ἐμαυτοῦ σώστρων ἀπέδωκα, σύμβολον τῆς ἀφίξεως τῆς ἐμῆς οἷον ἀντἀναθήματος ἱεροῦ τὴν εἰς σὲ πρόσρησιν ἐκπέμπων. καὶ ἦν κομίζων τὰ γράμματα τῶν βασιλείων ὑπασπιστῶν εἷς, Ἰουλιανὸς ὄνομα, Βακχύλου παῖς, Ἀπαμεὺς τὸ γένος, διὰ τοῦτο μάλιστα τὴν ἐπιστολὴν ἐνεχείριζον, ὅτι καὶ πρὸς ὑμᾶς ἥξειν καί σε ἀκριβῶς εἰδέναι καθυπισχνεῖτο. μετὰ ταῦτά μοι καθάπερ ἐξ Ἀπόλλωνος ἱερὸν ἐφοίτα παρὰ σοῦ γράμμα, τὴν ἄφιξιν τὴν ἡμετέραν ἀσμένως σε ἀκηκοέναι δηλοῦν· ἦν δὲ τοῦτο ἐμοὶ δεξιὸν οἰώνισμα καὶ χρηστῶν ἐλπίδων ἀρχή, Ἰάμβλιχος σοφὸς καὶ τὰ Ἰαμβλίχου πρὸς ἡμᾶς γράμματα. τί με δεῖ λέγειν ὅπως ηὐφράνθην περὶ τὴν ἐπιστολὴν ἔπαθον σημαίνειν; εἰ γὰρ ἐδέξω τὰ παρἡμῶν ἕνεκα τούτων γραφέντα· ἦν δὲ διἡμεροδρόμου τῶν ἐκεῖθεν ἡκόντων ὡς σὲ πεμφθέντα· πάντως ἂν ὁπόσην ἐπαὐτοῖς ἡδονὴν ἔσχον ἀφὧν ἐδήλουν ἐγίνωσκες. πάλιν ἐπανιόντος οἴκαδε τοῦ τροφέως τῶν ἐμαυτοῦ παιδίων, ἑτέρων ἦρχον πρὸς σὲ γραμμάτων, ὁμοῦ καὶ τὴν ἐπὶ τοῖς φθάνουσι χάριν ὁμολογῶν καὶ πρὸς τὸ ἑξῆς ἐν ἴσῳ παρὰ σοῦ τὴν ἀντίδοσιν αἰτῶν. μετὰ ταῦτα ἐπρέσβευσεν ὡς ἡμᾶς καλὸς Σώπατρος· ἐγὼ δὲ ὡς ἔγνων, εὐθὺς ἀναπηδήσας ᾖξα καὶ περιπλακεὶς ἐδάκρυον ὑφἡδονῆς, οὐδὲν ἄλλο σὲ καὶ τὰ παρὰ σοῦ πρὸς ἡμᾶς ὀνειροπολῶν γράμματα. ὡς δὲ ἔλαβον, ἐφίλουν καὶ τοῖς ὀφθαλμοῖς προσῆγον, καὶ ἀπρὶξ εἰχόμην, ὥσπερ δεδιὼς μὴ λάθῃ με ἀποπτὰν ἐν τῇ τῶν γραμμάτων ἀναγνώσει τὸτῆς σῆς εἰκόνος ἴνδαλμα. καὶ δὴ καὶ ἀντέγραφονεὐθύς, οὐ πρὸς σὲ μόνον, ἀλλὰ καὶ πρὸς τὸν ἱερὸν Σώπατρον, τὸν ἐκείνου παῖδα, καθάπερ θρυπτόμενος ὅτι τὸν κοινὸν ἑταῖρον ἐκ τῆς Ἀπαμείας οἷον ἐνέχυρον τῆς ὑμετέρας ἀπουσίας ἀντειληφότες εἴημεν. ἐξ ἐκείνου τρίτην ἤδη πρὸς σὲ γεγραφώς, αὐτὸς οὐδεμίαν ἄλλην τὴν ἐν μέμφεσθαι δοκεῖς ἐπιστολὴν ἐδεξάμην.
§3 Εἰ μὲν δὴ διὰ τοῦτο ἐγκαλεῖς, ἵνα τῷ τῆς αἰτίας σχήματι πλείονας ἡμῖν ἀφορμὰς τοῦ γράφειν προξενῇς, δέχομαι τὴν μέμψιν ἄσμενος πάνυ, καὶ ἐν οἷς λαμβάνω τὸ πᾶν τῆς χάριτος εἰς ἐμαυτὸν οἰκειοῦμαι· εἰ δὲ ὡς ἀληθῶς ἐλλιπόντα τι τοῦ πρὸς σὲ καθήκοντος αἰτιᾷ, τίς ἂν ἐμοῦ γένοιτἂν ἀθλιώτερος διὰ γραμματοφόρων ἀδικίαν ῥᾳθυμίαν πάντων ἥκιστα ἀξίου τούτου τυγχάνειν ὄντος; καίτοι ἐγὼ μέν, κἂν μὴ πλεονάκις γράφω, δίκαιός εἰμι συγγνώμης παρὰ σοῦ τυγχάνειν· οὐ τῆς ἀσχολίας ἣν ἐν χερσὶν ἔχω φαίην ἄν· μὴ γὰρ οὕτω πράξαιμι κακῶς, ὡς μὴ καὶ ἀσχολίας ἁπάσης, καθά φησι Πίνδαρος, τὸ κατὰ σὲ κρεῖττον ἡγεῖσθαι· ἀλλὅτι πρὸς ἄνδρα τηλικοῦτον, οὗ καὶ μνησθῆναι φόβος, καὶ γράφειν κατοκνῶν τοῦ πλέον προσήκει θαρροῦντός ἐστι σωφρονέστερος. ὥσπερ γὰρ οἱ ταῖς Ἡλίου μαρμαρυγαῖς ἀντιβλέπειν συνεχῶς τολμῶντες, ἂν μὴ θεῖοί τινες ὦσι καὶ τῶν ἀκτίνων αὐτοῦ καθάπερ οἱ τῶν ἀετῶν γνήσιοι καταθαρρῶσιν, οὔτε μὴ θέμις ὀφθῆναι θεωρεῖν ἔχουσι, καὶ ὅσῳπερ μᾶλλον φιλονεικοῦσι, τοσούτῳ πλέον ὅτι μὴ δύνανται τυχεῖν ἐμφαίνουσιν, οὕτω καὶ πρὸς σὲ γράφειν τολμῶν, ὅσῳπερ ἂν ἐθέλῃ θαρρεῖν, τοσούτῳ μᾶλλον ὅτι χρὴ δεδιέναι καθαρῶς δείκνυσι. σοί γε μήν, γενναῖε, παντὸς ὡς εἰπεῖν τοῦ Ἑλληνικοῦ σωτῆρι καθεστῶτι, πρέπον ἦν ἀφθόνως τε ἡμῖν γράφειν καὶ τὸν παρἡμῖν ὄκνον ἐφὅσον ἐξῆν καταστέλλειν. ὥσπερ γὰρ Ἥλιος· ἵνα δὴ πάλιν ἐκ τοῦ θεοῦ πρός σε τὴν εἰκόνα λάβῃ λόγος· δοὖν Ἥλιος ὥσπερ, ὅταν ἀκτῖσι καθαραῖς ὅλος λάμπῃ, οὐδὲν ἀποκρίνει τοῦ πρὸς τὴν αἴγλην ἐλθόντος, ἀλλὰ τὸ οἰκεῖον ἐργάζεται, οὕτω δὲ καὶ σὲ χρῆν ἀφθόνως τῶν παρὰ σοῦ καλῶν οἷον φωτὸς τὸ Ἑλληνικὸν ἐπαρδεύοντα μὴ ἀποκνεῖν, εἴ τις αἰδοῦς δέους ἕνεκα τοῦ πρὸς σὲ τὴν ἀντίδοσιν δυσωπεῖται. οὐδὲ γὰρ Ἀσκληπιὸς ἐπἀμοιβῆς ἐλπίδι τοὺς ἀνθρώπους ἰᾶται, ἀλλὰ τὸ οἰκεῖον αὐτῷ φιλανθρώπευμα πανταχοῦ πληροῖ. δὴ καὶ σὲ χρῆν ὡσπερεὶ ψυχῶν ἐλλογίμων ἰατρὸν ὄντα ποιεῖν καὶ το τῆς ἀρετῆς παράγγελμα διὰ πάντων σώζειν, οἷον ἀγαθὸν τοξότην, ὅς, κἂν μὴ τὸν ἀντίπαλον ἔχῃ, πάντως ἐς τὸ καίριον ἀεὶ τὴν χεῖρα γυμνάζει. ἐπεὶ μηδὲ σκοπὸς ἑκατέροις αὐτός, ἡμῖν δὲ τῶν παρὰ σοῦ δεξιῶν τυχεῖν καὶ σοὶ τοῖς παρἡμῶν διδομένοις ἐντυχεῖν. ἀλλἡμεῖς, κἂν μυριάκις γράφωμεν, ἴσα τοῖς Ὁμηρικοῖς παισὶ παίζομεν, οἳ παρὰ τὰς θῖνας ὅτι ἂν ἐκ πηλοῦ πλάσωσιν ἀφιᾶσιν κλύζεσθαι· παρὰ σοῦ δὲ καὶ μικρὸν γράμμα παντός ἔστι γονίμου ῥεύματος κρεῖττον, καὶ δεξαίμην ἂν ἔγωγε Ἰαμβλίχου μᾶλλον ἐπιστολὴν μίαν τὸν ἐκ Λυδίας χρυσὸν κεκτῆσθαι. εἰ δὲ μέλει τί σοι τῶν ἐραστῶν τῶν σῶν· μέλει δέ, εἰ μὴ σφάλλομαι· μὴ περιίδῃς ὥσπερ νεοττοὺς ἡμᾶς ἀεὶ τῶν παρὰ σοῦ τροφῶν ἐν χρείᾳ τυγχάνοντας, ἀλλὰ καὶ γράφε συνεχῶς καὶ τοῖς παρὰ σαυτοῦ καλοῖς ἑστιᾶν μὴ κατόκνει. κἂν ἐλλίπωμεν, αὐτὸς ἑκατέρου τὴν χρείαν οἰκειοῦ, καὶ ὧν δίδως καὶ ὧν ἀνθἡμῶν τὸ ἴσον πρεσβεύεις. πρέπει δὲ Ἑρμοῦ λογίου μαθητήν, εἰ δὲ βούλει καὶ τρόφιμον ὄντα σε, τὴν ἐκείνου ῥάβδον οὐκ ἐν τῷ καθεύδειν ποιεῖν, ἀλλἐν τῷ κινεῖν καὶ διεγείρειν μᾶλλον ἐθέλειν μιμεῖσθαι.
Tap any Greek word to look it up
An open-access project
Hertlein 1913
Teubner
Hertlein, Teubner, 1913 · 1913-1923
The Editor

Friedrich Karl Hertlein (1825–1882) was a German classical scholar who produced the Teubner editions of the Emperor Julian's works. His editions of Julian's orations, letters, and philosophical writings provided the first modern critical texts of this fascinating 4th-century emperor-philosopher, whose attempt to restore traditional Roman religion earned him the epithet "the Apostate."

About This Edition

Hertlein's Teubner edition of Julian, published in two volumes (1875–1876), established the critical text of Julian's surviving works based on systematic manuscript collation. The Budé edition by J. Bidez and others (1924–1964) has since provided a more thorough treatment of the manuscript tradition, but Hertlein's text remains the basis on which later editions were built.

Translator

Wilmer Cave Wright (Loeb Classical Library)

Text Basis

Text based on the Teubner edition (Hertlein). Wright translated for the Loeb Classical Library.

Tap any Greek word to look it up