§1
Ἦλθες κάλ’ ἐπόησας· ἦλθες γὰρ δὴ καὶ ἀπὼν οἷς γράφεις· ἐγὼ δέ σε μαόμαν, ἂν δ’ ἔφλεξας ἐμὰν φρένα καιομέναν πόθῳ. οὔκουν οὔτε ἀρνοῦμαι τὸ φίλτρον οὔτε ἀπολείπω σε κατ’ οὐδέν ἀλλὰ καὶ ὡς παρόντα τῇ ψυχῇ θεωρῶ καὶ ἀπόντι σύνειμι, καὶ οὐδὲν ἱκανόν ἐστί μοι πρὸς κόρον ἀρκέσαι. καίτοι σύ γε οὐκ ἀνίης καὶ παρόντας εὖ ποιῶν ἀεὶ καὶ ἀπόντας οὐκ εὐφραίνων μόνον οἷς γράφεις, ἀλλὰ καὶ σώζων. ὅτε γοῦν ἀπήγειλέ μοί τις ἔναγχος, ὡς παρὰ σοῦ γράμματα κομίσας ἑταῖρος ἥκοι, ἐτύγχανον μὲν ἐν ἀηδίᾳ τοῦ στομάχου τριταῖος ἤδη καθεστὼς καί τι καὶ περιαλγῶς ἔχων τοῦ σώματος, ὡς μηδὲ ἔξω πυρετοῦ μεῖναι· σημανθὲν δέ, ὡς ἔφην, ὅτι μοι πρὸς ταῖς θύραις ὁ τὰ γράμματα ἔχων εἴη, ἐγὼ μὲν ὥσπερ τις ἀκρατὴς ἑαυτοῦ καὶ κάτοχος ἀναπηδήσας ᾖξα πρὶν ὅ τι δέοι παρεῖναι. ἐπεὶ δὲ καὶ ἔλαβον εἰς χεῖρας τὴν ἐπιστολὴν μόνον, ὀμνύω τοὺς θεοὺς αὐτοὺς καὶ τὸν ἐπὶ σοί με ἀνάψαντα πόθον, ὡς ἅμα τε ἔφυγον οἱ πόνοι καί με καὶ ὁ πυρετὸς ἀνῆκεν εὐθύς, ὥσπερ τινὶ τοῦ σωτῆρος ἐναργεῖ παρουσίᾳ δυσωπούμενος. ὡς δὲ καὶ λύσας ἀνέγνων, τίνα με ἡγῇ ψυχὴν ἐσχηκέναι τότε ἢ πόσης ἡδονῆς ἀνάπλεων γεγενῆσθαι, τὸν φίλτατον, ὡς φής, ἀνέμων, τὸν ἐρωτικὸν ἀληθῶς, τὸν διάκονον τῶν καλῶν ὑπερεπαινοῦντά τε καὶ φιλοῦντα δικαίως, ὅτι μοι τῶν παρὰ σοῦ γραμμάτων ὑπηρέτης γέγονεν, οἱονεὶ πτηνοῦ δίκην ἡμῖν τὴν ἐπιστολὴν διευθύνας οὐρίῳ τε καὶ πομπίμῳ πνεύματι, δι’ ἧς οὐ μόνον ὑπῆρξεν ἡσθῆναί μοι τὰ εἰκότα περὶ σοῦ γνόντι, ἀλλὰ καὶ αὐτῷ κάμνοντι παρὰ σοῦ σωθῆναι; τά γε μὴν ἄλλα πῶς ἃ πρῶτον πρὸς τὴν ἐπιστολὴν ἔπαθον εἴποιμ’ ἄν, ἢ πῶς ἂν ἀρκούντως ἐμαυτοῦ τὸν ἔρωτα καταμηνύσαιμι; ποσάκις ἀνέδραμον εἰς ἀρχὴν ἐκ μέσου; ποσάκις ἔδεισα μὴ πληρώσας λάθω; ποσάκις ὥσπερ ἐν κύκλῳ τινὶ καὶ στροφῆς περιόδῳ τοῦ συμπεράσματος τὸ πλήρωμα πρὸς τὴν ἀρχὴν ἀνεῖλκον, οἷον ἐν ᾄσματι μουσικῷ ταὐτὸν τοῦ ῥυθμοῦ τῷ τέλει τὸ πρὸς τὴν ἀρχὴν ἡγούμενον μέλος ἀντιδιδούς· ἢ καὶ νὴ Δία τὰ ἑξῆς τούτων, ὁσάκις μὲν τῷ στόματι τὴν ἐπιστολὴν προσήγαγον, ὥσπερ αἱ μητέρες τὰ παιδία περιπλέκονται, ὁσάκις δὲ ἐνέφυν τῷ στόματι καθάπερ ἐρωμένην ἐμαυτοῦ φιλτάτην ἀσπαζόμενος, ὁσάκις δὲ τὴν ἐπιγραφὴν αὐτήν, ἣ χειρὶ σῇ καθάπερ ἐναργεῖ σφραγῖδι ἐσεσήμαντο, προσειπὼν καὶ φιλήσας, εἶτα ἐπέβαλον τοῖς ὀφθαλμοῖς, οἱονεὶ τοῖς τῆς ἱερᾶς ἐκείνης δεξιᾶς δακτύλοις τῷ τῶν γραμμάτων ἴχνει προσπεφυκώς. χαῖρε δὲ καὶ αὐτὸς ἡμῖν πολλά, καθάπερ ἡ καλὴ Σαπφώ φησι, καὶ οὐκ ἰσάριθμα μόνον τῷ χρόνῳ, ὃν ἀλλήλων ἀπελείφθημεν, ἀλλὰ γὰρ καὶ ἀεὶ χαῖρε, καὶ γράφε καὶ μέμνησο ἡμῶν τὰ εἰκότα. ὡς ἡμᾶς γε οὐκ ἐπιλείψει χρόνος, ἐν ᾧ σε μὴ πάντη καὶ ἐν παντὶ καιρῷ καὶ λόγῳ διὰ μνήμης ἕξομεν. ἀλλ’ ἡμῖν εἴ ποθι Ζεὺς δοίη ἱκέσθαι ἐς πατρίδα γαῖαν, καί σου τὴν ἱερὰν ἐκείνην ἑστίαν αὖθις ὑπέλθοιμεν, μὴ φείσῃ λοιπὸν ὡς φυγάδος, ἀλλὰ δῆσον, εἰ δοκεῖ, πρὸς τοῖς σεαυτοῦ θώκοις τοῖς φιλτάτοις, ὥσπερ τινὰ Μουσῶν λιποτάκτην ἑλών, εἶτα τοῖς εἰς τιμωρίαν ἀρκοῦσι παιδεύων. πάντως οὐδὲ ἄκων ὑποστήσομαι τὴν δίκην, ἀλλ’ ἑκὼν δὴ καὶ χαίρων, ὥσπερ ἀγαθοῦ πατρὸς ἐπανόρθωσιν προμηθῆ καὶ σωτήριον. εἰ δὲ δή μοι καὶ κατ’ ἐμαυτοῦ τὴν κρίσιν ἐθέλοις πιστεῦσαι καὶ διδοίης ἐνεγκεῖν ἣν βούλομαι, ἐμαυτόν, ὦ γενναῖε, τῷ σῷ χιτωνίσκῳ προσάψαιμι ἂν ἡδέως, ἵνα σου κατὰ μηδὲν ἀπολειποίμην, ἀλλὰ συνείην ἀεὶ καὶ πανταχῆ προσφεροίμην, ὥσπερ οὓς οἱ μῦθοι διφυεῖς ἀνθρώπους πλάττουσιν. εἰ μὴ κἀκεῖνο οἱ μῦθοι λέγουσι μὲν ὡς παίζοντες, αἰνίττονται δὲ εἰς τὸ τῆς φιλίας ἐξαίρετον, ἐν τῷ τῆς κοινωνίας δεσμῷ τὸ δι’ ἑκατέρου τῆς ψυχῆς ὁμογενὲς ἐμφαίνοντες.
Tap any Greek word to look it up