Julian Epistolae
EN Lat Orig
Fragmentum Epistolae [= 89b] Πρίσκῳ Εὐμενίῳ καὶ Φαριανῷ Ὀριβασίῳ Πρίσκῳ Ἀλυπίῳ ἀδελφῷ Καισαρίου Τῷ αὐτῷ Μαξίμῳ φιλοσόφῳ Ἰουλιανῷ θείῳ Ἰουλιανὸς Εὐθηρίῳ Ἰουλιανὸς Λεοντίῳ Μαξίμῳ φιλοσόφῳ Ἑρμογένει ἀποϋπάρχῳ Αἰγύπτου Προαιρεσίῳ Ἀετίῳ ἐπισκόπῳ Θεοδώρῳ ἀρχιερεῖ. Ζήνωνι. Book 18 Book 19 Ἰουλιανὸς Θεοδώρῳ ἀρχιερεῖ. Αὐτοκράτωρ Καῖσαρ Ἰουλιανὸς Μέγιστος Σεβαστὸς Ἀλεξανδρέων τῷ δήμῳ Ἀρσακίῳ ἀρχιερεῖ Γαλατίας. Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἀλεξανδρεῦσι διάταγμα Εὐαγρίῳ Βασιλείῳ Θρᾳξίν Ἀνεπίγραφος ὑπὲρ Ἀργείων Ἰουλιανῷ θείῳ Ἰουλιανὸς Φιλίππῳ Ἰουλιανοῦ νόμος περὶ τῶν ἰατρῶν. Θεοδώρᾳ. Θεοδώρᾳ τῇ αἰδεσιμωτάτῃ. Book 34 Ἀριστοξένῳ φιλοσόφῳ. Book 36 Ἀταρβίῳ Ἰουλιανοῦ τοῦ παραβάτου πρὸς Πορφύριον Βυζακίοις Ἑκηβολίῳ Βοστρηνοῖς Καλλιξείνῃ Εὐσταθίῳ φιλοσόφῳ Εὐσταθίῳ φιλοσόφῳ Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἀλεξανδρεῦσιν Ἀλεξανδρεῦσιν Ἐκδικίῳ Διονυσίῳ Ἰουδαίων τῷ κοινῷ Λιβανίῳ Λιβανίῳ Εὐστοχίῳ Book 56 Ἀρσάκῃ Ἀρμενίων σατράπῃ Λιβανίῳ σοφιστῇ καὶ κοιαίστωρι Μαξίμῳ φιλοσόφῳ Εὐγενίῳ φιλοσόφῳ Σωπάτρῳ Εὐκλείδῃ φιλοσόφῳ Ἑκηβολίῳ Λουκιανῷ σοφιστῇ Ἐλπιδίῳ φιλοσόφῳ Γεωργίῳ Καθολικῷ Γεωργίῳ Καθολικῷ Δοσιθέῳ Ἱμερίῳ Διογένει Γρηγορίῳ ἡγεμόνι Πλουτάρχῳ Μαξιμίνῳ Ιαμβλίχῳ τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Σαραπίωνι τῷ λαμπροτάτῳ Βασιλείῳ Γάλλος καῖσαρ Ἰουλιανῷ ἀδελφῷ χαίρειν Ιουλιανῷ Εὐστάθιος φιλόσοφος
Μαξίμῳ φιλοσόφῳ
§1 Πάντα ἀθρόα ἔπεισί μοι καὶ ἀποκλείει τὴν φωνὴν ἄλλο ἄλλῳ προελθεῖν οὐ συγχωροῦν τῶν ἐμῶν διανοημάτων, εἴτε τῶν ψυχικῶν παθῶν εἴτε ὅπως φίλον κατονομάζειν τὰ τοιαῦτα. ἀλλἀποδῶμεν αὐτοῖς ἣν χρόνος ἀπέδωκε τάξιν, εὐχαριστήσαντες τοῖς πάντα ἀγαθοῖς θεοῖς, οἳ τέως μὲν γράφειν ἐμοὶ συνεχώρησαν, ἴσως δὲ ἡμῖν καὶ ἀλλήλους ἰδεῖν συγχωρήσουσιν. ὡς πρῶτον αὐτοκράτωρ ἐγενόμην ἄκων, ὡς ἴσασιν οἱ θεοί, καὶ τοῦτο αὐτόθι καταφανὲς ὃν ἐνεδέχετο τρόπον ἐποίησα· στρατεύσας ἐπὶ τοὺς βαρβάρους, ἐκείνης μοι γενομένης τριμήνου τῆς στρατείας, ἐπανιὼν εἰς τοὺς Γαλατικοὺς αἰγιαλοὺς ἐπεσκόπουν καὶ τῶν ἐκεῖθεν ἡκόντων ἀνεπυνθανόμην, μή τις φιλόσοφος, μή τις σχολαστικὸς τριβώνιον χλανίδιον φορῶν κατῆρεν. ἐπεὶ δὲ περὶ τὸν Βισεντίωνα ἦν· πολίχνη δὲ νῦν ἐστὶν ἀνειλημμένη, πάλαι δὲ μεγάλη τε ἦν καὶ πολυτελέσιν ἱεροῖς ἐκεκόσμητο, καὶ τείχει καρτερῷ καὶ προσέτι τῇ φύσει τοῦ χωρίου· περιθεῖ γὰρ αὐτὸ Δοῦβις ποταμός· δὲ ὥσπερ ἐν θαλάττῃ πετρώδης ἄκρα ἀνέστηκεν, ἄβατος ὀλίγου δέω φάναι καὶ αὐτοῖς ὄρνισι, πλὴν ὅσα ποταμὸς αὐτὴν περιρρέων ὥσπερ τινὰς αἰγιαλοὺς ἔχει προκειμένους· ταύτης πλησίον τῆς πόλεως ἀπήντησε κυνικός τις ἀνήρ, ἔχων τρίβωνα καὶ βακτηρίαν. τοῦτον πόρρωθεν θεασάμενος οὐδὲν ἄλλο ὑπέλαβον σέ, πλησίον δὲ ἤδη προσιὼν παρὰ σοῦ πάντως ἥκειν αὐτὸν ἐνόμιζον. οὗτος δἁνὴρ φίλος μέν, ἥττων δὲ τῆς προσδοκωμένης ἐλπίδος. ἓν μὲν δὴ τοιοῦτον ὄναρ ἐγένετό μοι. μετὰ τοῦτο δὲ πάντως ᾤμην σε πολυπραγμονήσαντα τὰ κατἐμὲ τῆς Ἑλλάδος ἐκτὸς οὐδαμῶς εὑρήσειν. ἴστω Ζεύς, ἴστω μέγας Ἥλιος, ἴστω Ἀθηνᾶς κράτος καὶ πάντες θεοὶ καὶ πᾶσαι, πῶς κατιὼν ἐπὶ τοὺς Ἰλλυριοὺς ἀπὸ τῶν Κελτῶν ἔτρεμον ὑπὲρ σοῦ. καὶ ἐπυνθανόμην τῶν θεῶν (αὐτὸς μὲν οὐ τολμῶν· οὐ γὰρ ὑπέμενον οὔτε ἰδεῖν τοιοῦτον οὔτε ἀκοῦσαι οὐδέν, οἷον ἄν τις ὑπέλαβε δύνασθαι τηνικαῦτα περὶ σὲ γίγνεσθαι, ἐπέτρεπον δὲ ἄλλοις), οἱ θεοὶ δὲ ταραχὰς μέν τινας ἔσεσθαι περὶ σὲ περιφανῶς ἐδήλουν, οὐδὲν μέντοι δεινὸν οὐδὲ εἰς ἔργον τῶν ἀθέων βουλευμάτων.
§2 Ἀλλὁρᾷς ὅτι μεγάλα καὶ πολλὰ παρέδραμον. μάλιστά σε πυθέσθαι ἄξιον, πῶς μὲν ἀθρόως τῆς ἐπιφανείας ᾐσθόμεθα τῶν θεῶν, τίνα δὲ τρόπον τὸ τοσοῦτον τῶν ἐπιβούλων πλῆθος διαπεφεύγαμεν, κτείναντες οὐδένα, χρήματα οὐδενὸς ἀφελόμενοι, φυλαξάμενοι δὲ μόνον οὓς ἐλαμβάνομεν ἐπαὐτοφώρῳ. ταῦτα μὲν οὖν ἴσως οὐ γράφειν, ἀλλὰ φράζειν χρή, οἶμαι δέ σε καὶ μάλα ἡδέως πεύσεσθαι. θρησκεύομεν τοὺς θεοὺς ἀναφανδόν, καὶ τὸ πλῆθος τοῦ συγκατελθόντος μοι στρατοπέδου θεοσεβές ἐστιν. ἡμεῖς φανερῶς βουθυτοῦμεν. ἀπεδώκαμεν τοῖς θεοῖς χαριστήρια ἑκατόμβας πολλάς. ἐμὲ κελεύουσιν οἱ θεοὶ τὰ πάντα ἁγνεύειν εἰς δύναμιν, καὶ πείθομαί γε καὶ προθύμως αὐτοῖς· μεγάλους γὰρ καρποὺς τῶν πόνων ἀποδώσειν φασίν, ἢν μὴ ῥᾳθυμῶμεν. ἦλθε πρὸς ἡμᾶς Εὐάγριος τοῦ παρἡμῖν τιμωμένου θεοῦ.
§3 Πολλὰ γοῦν ἐπέρχεταί μοι πρὸς τούτοις, ἀλλὰ χρὴ ταμιεύσασθαί τινα καὶ τῇ παρουσίᾳ τῇ σῇ. δεῦρο οὖν, τοὺς θεούς σοι, τὴν ταχίστην, εἴτε δύο εἴτε πλείοσι χρησάμενος ὀχήμασιν. ἀπέστειλα δὲ καὶ δύο τῶν πιστοτάτων ὑπηρετῶν, ὧν μὲν εἷς ἄχρι τοῦ στρατοπέδου παραπέμψει σε· ἕτερος δὲ ἐξεληλυθέναι σε καὶ ἥκειν ἤδη μηνύσει· πότερον δὲ ὑπὸ ποτέρου γενέσθαι θέλεις αὐτὸς τοῖς νεανίσκοις σήμηνον.
Tap any Greek word to look it up
An open-access project
Hertlein 1913
Teubner
Hertlein, Teubner, 1913 · 1913-1923
The Editor

Friedrich Karl Hertlein (1825–1882) was a German classical scholar who produced the Teubner editions of the Emperor Julian's works. His editions of Julian's orations, letters, and philosophical writings provided the first modern critical texts of this fascinating 4th-century emperor-philosopher, whose attempt to restore traditional Roman religion earned him the epithet "the Apostate."

About This Edition

Hertlein's Teubner edition of Julian, published in two volumes (1875–1876), established the critical text of Julian's surviving works based on systematic manuscript collation. The Budé edition by J. Bidez and others (1924–1964) has since provided a more thorough treatment of the manuscript tradition, but Hertlein's text remains the basis on which later editions were built.

Translator

Wilmer Cave Wright (Loeb Classical Library)

Text Basis

Text based on the Teubner edition (Hertlein). Wright translated for the Loeb Classical Library.

Tap any Greek word to look it up