Julian Epistolae
EN Lat Orig
Fragmentum Epistolae [= 89b] Πρίσκῳ Εὐμενίῳ καὶ Φαριανῷ Ὀριβασίῳ Πρίσκῳ Ἀλυπίῳ ἀδελφῷ Καισαρίου Τῷ αὐτῷ Μαξίμῳ φιλοσόφῳ Ἰουλιανῷ θείῳ Ἰουλιανὸς Εὐθηρίῳ Ἰουλιανὸς Λεοντίῳ Μαξίμῳ φιλοσόφῳ Ἑρμογένει ἀποϋπάρχῳ Αἰγύπτου Προαιρεσίῳ Ἀετίῳ ἐπισκόπῳ Θεοδώρῳ ἀρχιερεῖ. Ζήνωνι. Book 18 Book 19 Ἰουλιανὸς Θεοδώρῳ ἀρχιερεῖ. Αὐτοκράτωρ Καῖσαρ Ἰουλιανὸς Μέγιστος Σεβαστὸς Ἀλεξανδρέων τῷ δήμῳ Ἀρσακίῳ ἀρχιερεῖ Γαλατίας. Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἀλεξανδρεῦσι διάταγμα Εὐαγρίῳ Βασιλείῳ Θρᾳξίν Ἀνεπίγραφος ὑπὲρ Ἀργείων Ἰουλιανῷ θείῳ Ἰουλιανὸς Φιλίππῳ Ἰουλιανοῦ νόμος περὶ τῶν ἰατρῶν. Θεοδώρᾳ. Θεοδώρᾳ τῇ αἰδεσιμωτάτῃ. Book 34 Ἀριστοξένῳ φιλοσόφῳ. Book 36 Ἀταρβίῳ Ἰουλιανοῦ τοῦ παραβάτου πρὸς Πορφύριον Βυζακίοις Ἑκηβολίῳ Βοστρηνοῖς Καλλιξείνῃ Εὐσταθίῳ φιλοσόφῳ Εὐσταθίῳ φιλοσόφῳ Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἀλεξανδρεῦσιν Ἀλεξανδρεῦσιν Ἐκδικίῳ Διονυσίῳ Ἰουδαίων τῷ κοινῷ Λιβανίῳ Λιβανίῳ Εὐστοχίῳ Book 56 Ἀρσάκῃ Ἀρμενίων σατράπῃ Λιβανίῳ σοφιστῇ καὶ κοιαίστωρι Μαξίμῳ φιλοσόφῳ Εὐγενίῳ φιλοσόφῳ Σωπάτρῳ Εὐκλείδῃ φιλοσόφῳ Ἑκηβολίῳ Λουκιανῷ σοφιστῇ Ἐλπιδίῳ φιλοσόφῳ Γεωργίῳ Καθολικῷ Γεωργίῳ Καθολικῷ Δοσιθέῳ Ἱμερίῳ Διογένει Γρηγορίῳ ἡγεμόνι Πλουτάρχῳ Μαξιμίνῳ Ιαμβλίχῳ τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Σαραπίωνι τῷ λαμπροτάτῳ Βασιλείῳ Γάλλος καῖσαρ Ἰουλιανῷ ἀδελφῷ χαίρειν Ιουλιανῷ Εὐστάθιος φιλόσοφος
Βοστρηνοῖς
§1 Ὤιμην ἐγὼ τοὺς τῶν Γαλιλαίων προστάτας ἕξειν μοι μείζονα χάριν τῷ φθάσαντι πρὸ ἐμοῦ τὴν ἀρχὴν ἐπιτροπεῦσαι. συνέβη γὰρ ἐπὶ μὲν ἐκείνου τοὺς πολλοὺς αὐτῶν καὶ φυγαδευθῆναι καὶ διωχθῆναι καὶ δεσμευθῆναι, πολλὰ δὲ ἤδη καὶσφαγῆναι πλήθη τῶν λεγομένων αἱρετικῶν, ὡς ἐν Σαμοσάτοις καὶ Κυζίκῳ καὶ Παφλαγονίᾳ καὶ Βιθυνίᾳ καὶ Γαλατίᾳ, καὶ ἐν πολλοῖς ἄλλοις ἔθνεσιν ἄρδην ἀνατραπῆναι πορθηθείσας κώμας, ἐπἐμοῦ δὲ τοὐναντίον. οἵ τε γὰρ ἐξορισθέντες ἀφείθησαν, καὶ οἱ δημευθέντες ἀπολαμβάνειν τὰ σφέτερα ἅπαντα νόμῳ παρἡμῶν ἔλαβον. οἱ δεἰς τοσοῦτον λυσσομανίας ἥκουσι καὶ ἀπονοίας, ὥστε, ὅτι μὴ τυραννεῖν ἔξεστιν αὐτοῖς μηδὲ ποτε ἔπραττον κατἀλλήλων, ἔπειτα καὶ ἡμᾶς τοὺς θεοσεβεῖς εἰργάζοντο, διατιθέναι, παροξυνόμενοι πάντα κινοῦσι λίθον καὶ συνταράττειν τολμῶσι τὰ πλήθη καὶ στασιάζειν, ἀσεβοῦντες μὲν εἰς τοὺς θεούς, ἀπειθοῦντες δὲ τοῖς ἡμετέροις προστάγμασι, καίπερ οὕτως οὖσι φιλανθρώποις. οὐδένα γοῦν αὐτῶν ἄκοντα πρὸς βωμοὺς ἐῶμεν ἕλκεσθαι, διαρρήδην δὲ αὐτοῖς προαγορεύομεν, εἴ τις ἑκὼν χερνίβων καὶ σπονδῶν ἡμῖν ἐθέλει κοινωνεῖν, καθάρσια προσφέρεσθαι πρῶτον καὶ τοὺς ἀποτροπαίους ἱκετεύειν θεούς. οὕτω πόρρω τυγχάνομεν τοῦ τινα τῶν δυσσεβῶν ἐθελῆσαί ποτε διανοηθῆναι τῶν παρἡμῖν εὐαγῶν μετασχεῖν θυσιῶν, πρὶν τὴν μὲν ψυχὴν ταῖς λιτανείαις πρὸς τοὺς θεούς, τὸ δὲ σῶμα τοῖς νομίμοις καθαρσίοις καθήρασθαι.
§2 Τὰ γοῦν πλήθη τὰ παρὰ τῶν λεγομένων κληρικῶν ἐξηπατημένα πρόδηλον ὅτι ταύτης ἀφαιρεθείσης στασιάζει τῆς ἀδείας. οἱ γὰρ εἰς τοῦτο τετυραννηκότες οὐκ ἀγαπῶσιν ὅτι μὴ τίνουσι δίκην ὑπὲρ ὧν ἔπραξαν κακῶν, ποθοῦντες δὲ τὴν προτέραν δυναστείαν, ὅτι μὴ δικάζειν ἔξεστιν αὐτοῖς καὶ γράφειν διαθήκας καὶ ἀλλοτρίους σφετερίζεσθαι κλήρους καὶ τὰ πάντα ἑαυτοῖς προσνέμειν, πάντα κινοῦσιν ἀκοσμίας κάλων καὶ, τὸ λεγόμενον, πῦρ ἐπὶ πῦρ ὀχετεύουσι καὶ τοῖς προτέροις κακοῖς μείζονα ἐπιθεῖναι τολμῶσιν, εἰς διάστασιν ἄγοντες τὰ πλήθη. ἔδοξεν οὖν μοι πᾶσι τοῖς δήμοις προαγορεῦσαι διὰ τοῦδε τοῦ διατάγματος καὶ φανερὸν καταστῆσαι, μῆ συστασιάζειν τοῖς κληρικοῖς μηδὲ ἀναπείθεσθαι παραὐτῶν λίθους αἴρειν μηδὲ ἀπιστεῖν τοῖς ἄρχουσιν, ἀλλὰ συνιέναι μὲν ἕως ἂν ἐθέλωσιν, εὔχεσθαι δὲ ἃς νομίζουσιν εὐχὰς ὑπὲρ ἑαυτῶν· εἰ δὲ ἀναπείθοιεν ὑπὲρ ἑαυτῶν στασιάζειν, μηκέτι συνᾴδειν, ἵνα μὴ δίκην δῶσι.
§3 Ταῦτα δέ μοι παρέστη τῇ Βοστρηνῶν ἰδίᾳ προαγορεῦσαι πόλει διὰ τὸ τὸν ἐπίσκοπον Τίτον καὶ τοὺς κληρικοὺς ἐξ ὧν ἐπέδοσαν βιβλίων τοῦ μετὰ σφῶν πλήθους κατηγορηκέναι, ὡς αὐτῶν μὲν παραινούντων τῷ πλήθει μὴ στασιάζειν, ὁρμωμένου δὲ τοῦ πλήθους πρὸς ἀταξίαν. ἐν γοῦν τοῖς βιβλίοις καὶ αὐτὴν ἣν ἐτόλμησεν ἐγγράψαι τὴν φωνὴν ὑπέταξά μου τῷδε τῷ διατάγματι. Καίτοι Χριστιανῶν ὄντων ἐφαμίλλων τῷ πλήθει τῶν Ἑλλήνων, κατεχομένων δὲ τῇ ἡμετέρᾳ παραινέσει μηδένα μηδαμοῦ ἀτακτεῖν. ταῦτα γάρ ἐστιν ὑπὲρ ὑμῶν τοῦ ἐπισκόπου τὰ ῥήματα. ὁρᾶτε ὅπως τὴν ὑμετέραν εὐταξίαν οὐκ ἀπὸ τῆς ὑμετέρας εἶναί φησι γνώμης, οἵ γε ἄκοντες, ὥς γε εἶπε, κατέχεσθε διὰ τὰς αὐτοῦ παραινέσεις. ὡς οὖν κατήγορον ὑμῶν ἑκόντες τῆς πόλεως διώξατε, τὰ πλήθη δὲ ὁμονοεῖτε πρὸς ἀλλήλους, καὶ μηδεὶς ἐναντιούσθω μηδὲ ἀδικείτω· μήθοἱ πεπλανημένοι τοῖς ὀρθῶς καὶ δικαίως τοὺς θεοὺς θεραπεύουσι κατὰ τὰ ἐξ αἰῶνος ἡμῖν παραδεδομένα, μήθοἱ θεραπευταὶ τῶν θεῶν λυμαίνεσθε ταῖς οἰκίαις διαρπάζετε τῶν ἀγνοίᾳ μᾶλλον γνώμῃ πεπλανημένων. λόγῳ δὲ πείθεσθαι χρὴ καὶ διδάσκεσθαι τοὺς ἀνθρώπους, οὐ πληγαῖς οὐδὲ ὕβρεσιν οὐδὲ αἰκισμῷ τοῦ σώματος. αὖθις δὲ καὶ πολλάκις παραινῶ τοῖς ἐπὶ τὴν ἀληθῆ θεοσέβειαν ὁρμωμένοις μηδὲν ἀδικεῖν τῶν Γαλιλαίων τὰ πλήθη, μηδὲ ἐπιτίθεσθαι μηδὲ ὑβρίζειν εἰς αὐτούς. ἐλεεῖν δὲ χρὴ μᾶλλον μισεῖν τοὺς ἐν τοῖς μεγίστοις πράττοντας κακῶς· μέγιστον γὰρ τῶν καλῶν ὡς ἀληθῶς θεοσέβεια, καὶ τοὐναντίον τῶν κακῶν δυσσέβεια. συμβαίνει δὲ τοὺς ἀπὸ θεῶν ἐπὶ τοὺς νεκροὺς καὶ τὰ λείψανα μετατετραμμένους ταύτην ἀποτῖσαι τὴν ζημίαν· ὡς τοῖς μὲν ἐνεχομένοις νόσῳ τινὶ συναλγοῦμεν, τοῖς δὲ ἀπολυομένοις καὶ ἀφιεμένοις ὑπὸ τῶν θεῶν συνηδόμεθα.
§4 Ἐδόθη τῇ τῶν Καλανδῶν Αὐγούστων ἐν Ἀντιοχείᾳ.
Tap any Greek word to look it up
An open-access project
Hertlein 1913
Teubner
Hertlein, Teubner, 1913 · 1913-1923
The Editor

Friedrich Karl Hertlein (1825–1882) was a German classical scholar who produced the Teubner editions of the Emperor Julian's works. His editions of Julian's orations, letters, and philosophical writings provided the first modern critical texts of this fascinating 4th-century emperor-philosopher, whose attempt to restore traditional Roman religion earned him the epithet "the Apostate."

About This Edition

Hertlein's Teubner edition of Julian, published in two volumes (1875–1876), established the critical text of Julian's surviving works based on systematic manuscript collation. The Budé edition by J. Bidez and others (1924–1964) has since provided a more thorough treatment of the manuscript tradition, but Hertlein's text remains the basis on which later editions were built.

Translator

Wilmer Cave Wright (Loeb Classical Library)

Text Basis

Text based on the Teubner edition (Hertlein). Wright translated for the Loeb Classical Library.

Tap any Greek word to look it up