Julian Epistolae
EN Lat Orig
Fragmentum Epistolae [= 89b] Πρίσκῳ Εὐμενίῳ καὶ Φαριανῷ Ὀριβασίῳ Πρίσκῳ Ἀλυπίῳ ἀδελφῷ Καισαρίου Τῷ αὐτῷ Μαξίμῳ φιλοσόφῳ Ἰουλιανῷ θείῳ Ἰουλιανὸς Εὐθηρίῳ Ἰουλιανὸς Λεοντίῳ Μαξίμῳ φιλοσόφῳ Ἑρμογένει ἀποϋπάρχῳ Αἰγύπτου Προαιρεσίῳ Ἀετίῳ ἐπισκόπῳ Θεοδώρῳ ἀρχιερεῖ. Ζήνωνι. Book 18 Book 19 Ἰουλιανὸς Θεοδώρῳ ἀρχιερεῖ. Αὐτοκράτωρ Καῖσαρ Ἰουλιανὸς Μέγιστος Σεβαστὸς Ἀλεξανδρέων τῷ δήμῳ Ἀρσακίῳ ἀρχιερεῖ Γαλατίας. Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἀλεξανδρεῦσι διάταγμα Εὐαγρίῳ Βασιλείῳ Θρᾳξίν Ἀνεπίγραφος ὑπὲρ Ἀργείων Ἰουλιανῷ θείῳ Ἰουλιανὸς Φιλίππῳ Ἰουλιανοῦ νόμος περὶ τῶν ἰατρῶν. Θεοδώρᾳ. Θεοδώρᾳ τῇ αἰδεσιμωτάτῃ. Book 34 Ἀριστοξένῳ φιλοσόφῳ. Book 36 Ἀταρβίῳ Ἰουλιανοῦ τοῦ παραβάτου πρὸς Πορφύριον Βυζακίοις Ἑκηβολίῳ Βοστρηνοῖς Καλλιξείνῃ Εὐσταθίῳ φιλοσόφῳ Εὐσταθίῳ φιλοσόφῳ Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἀλεξανδρεῦσιν Ἀλεξανδρεῦσιν Ἐκδικίῳ Διονυσίῳ Ἰουδαίων τῷ κοινῷ Λιβανίῳ Λιβανίῳ Εὐστοχίῳ Book 56 Ἀρσάκῃ Ἀρμενίων σατράπῃ Λιβανίῳ σοφιστῇ καὶ κοιαίστωρι Μαξίμῳ φιλοσόφῳ Εὐγενίῳ φιλοσόφῳ Σωπάτρῳ Εὐκλείδῃ φιλοσόφῳ Ἑκηβολίῳ Λουκιανῷ σοφιστῇ Ἐλπιδίῳ φιλοσόφῳ Γεωργίῳ Καθολικῷ Γεωργίῳ Καθολικῷ Δοσιθέῳ Ἱμερίῳ Διογένει Γρηγορίῳ ἡγεμόνι Πλουτάρχῳ Μαξιμίνῳ Ιαμβλίχῳ τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Σαραπίωνι τῷ λαμπροτάτῳ Βασιλείῳ Γάλλος καῖσαρ Ἰουλιανῷ ἀδελφῷ χαίρειν Ιουλιανῷ Εὐστάθιος φιλόσοφος
Ἰουλιανῷ θείῳ
§1 Εἰ τὰς σὰς ἐπιστολὰς ἐγὼ παρὰ φαῦλον ποιοῦμαι, ἐξ ἄρα δή μοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί. τί γὰρ οὐκ ἔνεστιν ἐν τοῖς σοῖς καλόν; εὔνοια, πίστις, ἀλήθεια, καὶ τὸ πρὸ τούτων, οὗ χωρὶς οὐδέν ἐστι τἆλλα, φρόνησις ἅπασι τοῖς ἑαυτῆς μέρεσιν, ἀγχινοίᾳ, συνέσει, εὐβουλίᾳ διαδεικνυμένη. ὅτι δὲ οὐκ ἀντιγράφω, τοῦτο γὰρ καὶ κατεμέμψω, σχολὴν οὐκ ἄγω, μὰ τοὺς θεούς, καὶ μὴ νομίσῃς ἀκκισμὸν εἶναι μηδὲ παιδιὰν τὸ πρᾶγμα. μαρτύρομαι τοὺς λογίους θεούς, ὅτι πλὴν Ὁμηρου καὶ Πλάτωνος οὐκ ἀκολουθεῖ μοι πυκτίον οὔτε φιλόσοφον οὔτε ῥητορικὸν οὔτε γραμματικὸν οὔθἱστορία τις τῶν ἐν κοινῇ χρείᾳ· καὶ ταῦτα δὲ αὐτὰ τοῖς περιάπτοις ἔοικε καὶ φυλακτηρίοις· δέδεται γὰρ ἀεί. ὀλίγα λοιπὸν καὶ εὔχομαι καίτοι δεόμενος, ὡς εἰκός, εἴ πέρ ποτε ἄλλοτε καὶ νῦν εὐχῶν πολλῶν πάνυ, καὶ μεγάλων. ἀλλἄγχει πάντοθεν περιεχόμενα τὰ πράγματα, ὄψει δὲ ἴσως καὶ αὐτός, ὅταν εἰς τὴν Συρίαν γένωμαι.
§2 Περὶ δὲ ὧν ἐπέστειλάς μοι, πάντα ἐπαινῶ, πάντα θαυμάζω ἐννοεῖς, οὐδέν ἐστιν ἀπόβλητον ἐξ ἐκείνων. ἴσθι οὖν ὅτι καὶ πάντα πράξω σὺν θεοῖς.
§3 τοὺς κίονας τοὺς Δαφναίους θοῦ πρὸ τῶν ἄλλων· τοὺς ἐκ βασιλείων τῶν πανταχοῦ λαβῶν ἀποκόμισον, ὑπόστησον δὲ εἰς τὰς ἐκείνων χώρας τοὺς ἐκ τῶν ἔναγχος κατειλημμένων οἰκιῶν· εἰ δὲ κἀκεῖθεν ἐπιλείποιεν, ὀπτῆς πλίνθου καὶ κόνεως τέως ἔξωθεν μαρμαρώσαντες εὐτελεστέροις χρησώμεθα· τὸ δὲ ὅσιον ὅτι πολυτελείας ἐστὶ κρεῖττον καὶ τοῖς εὖ φρονοῦσιν ἡδονὴν ἐν βίῳ καὶ τῇ χρήσει ἔχον πολλήν, αὐτὸς οἶδας.
§4 Περὶ δὲ τῶν πρὸς Λαυρίκιον οὐθὲν οἶμαι δεῖν ἐπιστέλλειν σοι, πλὴν τοσοῦτον παραινῶ, πᾶσαν ὀργὴν ἄφες, ἐπίτρεψον ἅπαντα τῇ δίκῃ, τὰς ἀκοὰς ὑφέξων αὐτοῦ τοῖς λόγοις μετὰ πάσης πίστεως τῆς πρὸς τὸ δίκαιον. καὶ οὔ φημι τοῦτο, ὡς οὐκ ἐπαχθῆ τὰ πρὸς σὲ γραφέντα καὶ πλήρη πάσης ὕβρεως καὶ ὑπεροψίας, ἀλλὰ χρὴ φέρειν· ἀνδρὸς γάρ ἐστιν ἀγαθοῦ καὶ μεγαλοψύχου ἀκούειν μὲν κακῶς, λέγειν δὲ μὴ κακῶς. ὥσπερ γὰρ τὰ βαλλόμενα πρὸς τοὺς στερεοὺς καὶ γενναίους τοίχους ἐκείνοις μὲν οὐ προσιζάνει, οὐδὲ πλήττει, οὐδὲ ἐγκάθηται, σφοδρότερον δὲ ἐπὶ τοὺς βάλλοντας ἀνακλᾶται, οὕτω πᾶσα λοιδορία καὶ βλασφημία καὶ ὕβρις ἄδικος ἀνδρὸς ἀγαθοῦ καταχυθεῖσα θιγγάνει μὲν οὐδαμῶς ἐκείνου, τρέπεται δὲ ἐπὶ τὸν καταχέοντα. ταῦτά σοι παραινῶ, τὰ δὲ ἑξῆς ἔσται τῆς κρίσεως. ὑπὲρ δὲ τῶν ἐμῶν ἐπιστολῶν ἅς φησί σε λαβόντα παρἐμοῦ δημοσιεῦσαι, γελοῖον εἶναί μοι φαίνεται φέρειν εἰς κρίσιν· οὐθὲν γὰρ ἐγώ, μὰ τοὺς θεούς, πρός σε πώποτε γέγραφα οὔτε πρὸς ἄλλον ἄνθρωπον οὐδένα, μὴ δημοσίᾳ τοῖς πᾶσι προκεῖσθαι βούλομαι· τίς γὰρ ἀσέλγεια, τίς ὕβρις, τίς προπηλακισμός, τίς λοιδορία, τίς αἰσχρορρημοσύνη ταῖς ἐμαῖς ἐπιστολαῖς ἐνεγράφη ποτέ; ὅς γε, καὶ εἰ πρός τινα τραχύτερον εἶχον, διδούσης μοι τῆς ὑποθέσεως ὥσπερ ἐξ ἁμάξης εἰπεῖν, οἷα ψευδῶς ἐπὶ τοῦ Λυκάμβου Ἀρχίλοχος, σεμνότερον αὐτὰ καὶ σωφρονέστερον ἐφθεγξάμην τις ἱερὰν ὑπόθεσιν μετῄει. εἰ δὲ τῆς ὑπαρχούσης ἡμῖν πρὸς ἀλλήλους εὐνοίας ἔμφασιν εἶχε τὰ γράμματα, τοῦτο ἐγὼ λανθάνειν ἠβουλόμην ἀποκρύπτεσθαι; διὰ τί; μάρτυρας ἔχω τοὺς θεοὺς πάντας τε καὶ πάσας, ὅτι, καὶ ὅσα μοι πρὸς τὴν γαμετήν, οὐκ ἄν ἠχθέσθην, εἴ τις ἐδημοσίευσεν· οὕτως ἦν πάντα σωφροσύνης πλήρη. εἰ δέ, πρὸς τὸν ἐμαυτοῦ θεῖον ἐπέστειλα, ταῦτα καὶ ἄλλος τις ἀνέγνω καὶ δεύτερος, πικρῶς οὕτως ἀνιχνεύσας αὐτὰ δικαιοτέραν ἄν ὑπόσχοι μέμψιν γράψας ἐγὼ σὺ καὶ ἄλλος ἀναγνούς. πλὴν ἀλλὰ τοῦτο συγχώρει καὶ μὴ ταραττέτω σε, σκόπει δὲ ἐκεῖνο μόνον· πονηρός ἐστι Λαυρίκιος, ὑπέξελθε γενναίως αὐτόν. εἰ δὲ ἐπιεικὴς καὶ μέτριός ἐστι, καὶ ἥμαρτε περὶ σέ, δὸς αὐτῷ συγγνώμην· τοὺς γὰρ ἀγαθοὺς δημοσίᾳ, κἂν ἰδίᾳ περὶ ἡμᾶς οὐ καθήκοντες γένωνται, φιλεῖν χρή. τοὺς πονηροὺς δὲ ἐν τοῖς κοινοῖς, κἂν ἡμῖν κεχαρισμένοι διὰ χειρὸς ἔχειν, οὐ μισεῖν οὐδὲ ἐκτρέπεσθαί φημι, φυλακὴν δὲ προβεβλῆσθαί τινα, ὅπως μὴ λήσωσι κακουργοῦντες, εἰ δὲ δυσφύλακτοι λίαν εἶεν, χρῆσθαι πρὸς μηδὲν αὐτοῖς. ὑπὲρ οὗ γέγραφας καὶ αὐτός, ὅτι θρυλούμενος ἐπὶ πονηρίᾳ τὴν ἰατρικὴν ὑποκρίνεται, ἐκλήθη μὲν παρἡμῶν ὡς σπουδαῖος, πρὶν δὲ εἰς ὄψιν ἐλθεῖν φωραθεὶς ὅστις ἦν, μᾶλλον δὲ καταμηνυθείς· τὸ δὲ ὑπὸ τίνος αὐτὸς ἐντυχὼν φράσω σοι· κατεφρονήθη· σοὶ δὲ καὶ ὑπὲρ τούτου χάριν οἶδα.
§5 Τῶν αἰτηθέντων ἀγρῶν ἐπειδήπερ ἔφθην ἐκείνους δεδωκώς· εἰσί δέ μοι μάρτυρες ὁμόγνιοι καὶ φίλιοι θεοί· δώσω μακρῷ λυσιτελεστέρους, αἰσθήσῃ δὲ καὶ αὐτός.
Tap any Greek word to look it up
An open-access project
Hertlein 1913
Teubner
Hertlein, Teubner, 1913 · 1913-1923
The Editor

Friedrich Karl Hertlein (1825–1882) was a German classical scholar who produced the Teubner editions of the Emperor Julian's works. His editions of Julian's orations, letters, and philosophical writings provided the first modern critical texts of this fascinating 4th-century emperor-philosopher, whose attempt to restore traditional Roman religion earned him the epithet "the Apostate."

About This Edition

Hertlein's Teubner edition of Julian, published in two volumes (1875–1876), established the critical text of Julian's surviving works based on systematic manuscript collation. The Budé edition by J. Bidez and others (1924–1964) has since provided a more thorough treatment of the manuscript tradition, but Hertlein's text remains the basis on which later editions were built.

Translator

Wilmer Cave Wright (Loeb Classical Library)

Text Basis

Text based on the Teubner edition (Hertlein). Wright translated for the Loeb Classical Library.

Tap any Greek word to look it up