Julian Epistolae
EN Lat Orig
Fragmentum Epistolae [= 89b] Πρίσκῳ Εὐμενίῳ καὶ Φαριανῷ Ὀριβασίῳ Πρίσκῳ Ἀλυπίῳ ἀδελφῷ Καισαρίου Τῷ αὐτῷ Μαξίμῳ φιλοσόφῳ Ἰουλιανῷ θείῳ Ἰουλιανὸς Εὐθηρίῳ Ἰουλιανὸς Λεοντίῳ Μαξίμῳ φιλοσόφῳ Ἑρμογένει ἀποϋπάρχῳ Αἰγύπτου Προαιρεσίῳ Ἀετίῳ ἐπισκόπῳ Θεοδώρῳ ἀρχιερεῖ. Ζήνωνι. Book 18 Book 19 Ἰουλιανὸς Θεοδώρῳ ἀρχιερεῖ. Αὐτοκράτωρ Καῖσαρ Ἰουλιανὸς Μέγιστος Σεβαστὸς Ἀλεξανδρέων τῷ δήμῳ Ἀρσακίῳ ἀρχιερεῖ Γαλατίας. Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἀλεξανδρεῦσι διάταγμα Εὐαγρίῳ Βασιλείῳ Θρᾳξίν Ἀνεπίγραφος ὑπὲρ Ἀργείων Ἰουλιανῷ θείῳ Ἰουλιανὸς Φιλίππῳ Ἰουλιανοῦ νόμος περὶ τῶν ἰατρῶν. Θεοδώρᾳ. Θεοδώρᾳ τῇ αἰδεσιμωτάτῃ. Book 34 Ἀριστοξένῳ φιλοσόφῳ. Book 36 Ἀταρβίῳ Ἰουλιανοῦ τοῦ παραβάτου πρὸς Πορφύριον Βυζακίοις Ἑκηβολίῳ Βοστρηνοῖς Καλλιξείνῃ Εὐσταθίῳ φιλοσόφῳ Εὐσταθίῳ φιλοσόφῳ Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἀλεξανδρεῦσιν Ἀλεξανδρεῦσιν Ἐκδικίῳ Διονυσίῳ Ἰουδαίων τῷ κοινῷ Λιβανίῳ Λιβανίῳ Εὐστοχίῳ Book 56 Ἀρσάκῃ Ἀρμενίων σατράπῃ Λιβανίῳ σοφιστῇ καὶ κοιαίστωρι Μαξίμῳ φιλοσόφῳ Εὐγενίῳ φιλοσόφῳ Σωπάτρῳ Εὐκλείδῃ φιλοσόφῳ Ἑκηβολίῳ Λουκιανῷ σοφιστῇ Ἐλπιδίῳ φιλοσόφῳ Γεωργίῳ Καθολικῷ Γεωργίῳ Καθολικῷ Δοσιθέῳ Ἱμερίῳ Διογένει Γρηγορίῳ ἡγεμόνι Πλουτάρχῳ Μαξιμίνῳ Ιαμβλίχῳ τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Σαραπίωνι τῷ λαμπροτάτῳ Βασιλείῳ Γάλλος καῖσαρ Ἰουλιανῷ ἀδελφῷ χαίρειν Ιουλιανῷ Εὐστάθιος φιλόσοφος
Θεοδώρᾳ.
§1 Τὸ βιβλίον, ὅπερ ἀπέστειλας διὰ Μυγδονίου, δεδέγμεθα, καὶ προσέτι πάντα ὅσα σύμβολα διὰ τῆς ἑορτῆς ἡμῖν ἐπέμπετο. ἔστι μὲν οὖν μοι καὶ τούτων ἕκαστον ἡδὺ, παντὸς δὲ ἥδιον, εὖ ἴσθι, τὸ πεπύσθαι με περὶ τῆς σῆς ἀγαθότητος, ὅτι σὺν θεοῖς ἔρρωταί σοι τὸ σῶμα, καὶ τὰ περὶ τοὺς θεοὺς ἐπιμελέστερον ἅμα καὶ συντονώτερον σπουδάζεται παρὰ σοῦ. περὶ δὲ ὧν πρὸς τὸν φιλόσοφον Μάξιμον ἔγραψας, ὡς τοῦ φίλου μου Σελεύκου διαφόρως ἔχοντος πρὸς σέ, πέπεισο μηθὲν αὐτὸν παρἐμοὶ τοιοῦτον πράττειν λέγειν, ἐξ ὧν ἄν σε μάλιστα διαβάλλοι· τοὐναντίον δὲ πάντα εὔφημα διεξέρχεται περὶ σοῦ, καὶ οὔπω λέγω τοῦθὅτι καὶ διάκειται περὶ σὲ καλῶς· ἐκεῖνο μὲν γὰρ αὐτὸς ἂν εἰδείη καὶ οἱ πάντα ὁρῶντες θεοί· τὸ δὲ ὅτι πάντων ἀπέχεται τῶν τοιούτων ἐπἐμοῦ, λίαν ἀληθεύων φημί. γελοῖον οὖν εἶναί μοι φαίνεται, μὴ τὰ πραττόμενα παραὐτοῦ σκοπεῖν ἀλλὰ τὰ κρυπτόμενα, καὶ ὧν οὐδέν ἐστί μοι φανερὸν τεκμήριον ἐξετάζειν. ἐπεὶ δὲ κατέδραμες αὐτοῦ πολλὰ πάνυ, καὶ περὶ αὑτῆς ἐδήλωσάς τινα, τὴν αἰτίαν μοι τῆς πρὸς αὐτὸν ἀπεχθείας φανερὰν ποιοῦσα, τοσοῦτον ἐγώ φημι πρός σε διαρρήδην, ὡς, εἴ τινα ἀνδρῶν γυναικῶν ἐλευθέρων δούλων ἀγαπᾷς οὔτε νῦν σέβοντα θεοὺς οὔτε ἐν ἐλπίδι τοῦ πείσειν αὐτὸν ἔχουσα, ἁμαρτάνεις. ἐννόησον γὰρ ὡς ἐπὶ σαυτῆς πρῶτον, εἴ τις οἰκετῶν τῶν φιλουμένων ὑπὸ σοῦ τοῖς λοιδορουμένοις καὶ βλασφημοῦσί σε συμπράττοι καὶ θεραπεύοι πλέον ἐκείνους, ἀποστρέφοιτο δὲ καὶ βδελύττοιτο τοὺς σοὺς φίλους ἡμᾶς, ἆροὐ τοῦτον αὐτίκα ἂν ἀπολέσθαι ἐθέλοις, μᾶλλον δὲ καὶ αὐτὴ τιμωρήσαιο; τί οὖν; οἱ θεοὶ τῶν φίλων εἰσὶν ἀτιμότεροι; λόγισαι καὶ ἐπαὐτῶν τοῦτο, δεσπότας μὲν ἐκείνους ὑπολαβοῦσα, δούλους δὲ ἡμᾶς. εἴ τις οὖν ἡμῶν, οἵ φαμεν εἶναι θεράποντες θεῶν, οἰκέτην στέργοι τὸν βδελυττόμενον αὐτοὺς καὶ ἀποστρεφόμενον αὐτῶν τὴν θρησκείαν, ἆροὐ δίκαιον πείθειν αὐτὸν καὶ σώζειν, τῆς οἰκίας ἀποπέμπεσθαι καὶ πιπράσκειν, εἴ τῳ μὴ ῥᾴδιον ὑπερορᾶν οἰκέτου κτήσεως; ἐγὼ δὲ οὐκ ἂν δεξαίμην ὑπὸ τῶν μὴ φιλούντων θεοὺς ἀγαπᾶσθαι· δὴ καὶ σὲ καὶ πάντας φημὶ δεῖν τοὺς ἱερατικῶν ἀντιποιουμένους ἐντεῦθεν ἤδη διανοηθέντας ἅψασθαι συντονώτερον τῆς εἰς τοὺς θεοὺς ἁγιστείας· ἀπὸ τῆς οἰκίας δὲ σεβασμὸν εὔλογον παρέχεσθαι τῆς ἑαυτοῦ τὸν ἱερέα, καὶ πρώτην αὐτὴν ὅλην διὅλης ἀποφῆναι καθαρὰν τῶν τηλικούτων νοσημάτων.
Tap any Greek word to look it up
An open-access project
Hertlein 1913
Teubner
Hertlein, Teubner, 1913 · 1913-1923
The Editor

Friedrich Karl Hertlein (1825–1882) was a German classical scholar who produced the Teubner editions of the Emperor Julian's works. His editions of Julian's orations, letters, and philosophical writings provided the first modern critical texts of this fascinating 4th-century emperor-philosopher, whose attempt to restore traditional Roman religion earned him the epithet "the Apostate."

About This Edition

Hertlein's Teubner edition of Julian, published in two volumes (1875–1876), established the critical text of Julian's surviving works based on systematic manuscript collation. The Budé edition by J. Bidez and others (1924–1964) has since provided a more thorough treatment of the manuscript tradition, but Hertlein's text remains the basis on which later editions were built.

Translator

Wilmer Cave Wright (Loeb Classical Library)

Text Basis

Text based on the Teubner edition (Hertlein). Wright translated for the Loeb Classical Library.

Tap any Greek word to look it up