Julian Epistolae
EN Lat Orig
Fragmentum Epistolae [= 89b] Πρίσκῳ Εὐμενίῳ καὶ Φαριανῷ Ὀριβασίῳ Πρίσκῳ Ἀλυπίῳ ἀδελφῷ Καισαρίου Τῷ αὐτῷ Μαξίμῳ φιλοσόφῳ Ἰουλιανῷ θείῳ Ἰουλιανὸς Εὐθηρίῳ Ἰουλιανὸς Λεοντίῳ Μαξίμῳ φιλοσόφῳ Ἑρμογένει ἀποϋπάρχῳ Αἰγύπτου Προαιρεσίῳ Ἀετίῳ ἐπισκόπῳ Θεοδώρῳ ἀρχιερεῖ. Ζήνωνι. Book 18 Book 19 Ἰουλιανὸς Θεοδώρῳ ἀρχιερεῖ. Αὐτοκράτωρ Καῖσαρ Ἰουλιανὸς Μέγιστος Σεβαστὸς Ἀλεξανδρέων τῷ δήμῳ Ἀρσακίῳ ἀρχιερεῖ Γαλατίας. Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἀλεξανδρεῦσι διάταγμα Εὐαγρίῳ Βασιλείῳ Θρᾳξίν Ἀνεπίγραφος ὑπὲρ Ἀργείων Ἰουλιανῷ θείῳ Ἰουλιανὸς Φιλίππῳ Ἰουλιανοῦ νόμος περὶ τῶν ἰατρῶν. Θεοδώρᾳ. Θεοδώρᾳ τῇ αἰδεσιμωτάτῃ. Book 34 Ἀριστοξένῳ φιλοσόφῳ. Book 36 Ἀταρβίῳ Ἰουλιανοῦ τοῦ παραβάτου πρὸς Πορφύριον Βυζακίοις Ἑκηβολίῳ Βοστρηνοῖς Καλλιξείνῃ Εὐσταθίῳ φιλοσόφῳ Εὐσταθίῳ φιλοσόφῳ Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἀλεξανδρεῦσιν Ἀλεξανδρεῦσιν Ἐκδικίῳ Διονυσίῳ Ἰουδαίων τῷ κοινῷ Λιβανίῳ Λιβανίῳ Εὐστοχίῳ Book 56 Ἀρσάκῃ Ἀρμενίων σατράπῃ Λιβανίῳ σοφιστῇ καὶ κοιαίστωρι Μαξίμῳ φιλοσόφῳ Εὐγενίῳ φιλοσόφῳ Σωπάτρῳ Εὐκλείδῃ φιλοσόφῳ Ἑκηβολίῳ Λουκιανῷ σοφιστῇ Ἐλπιδίῳ φιλοσόφῳ Γεωργίῳ Καθολικῷ Γεωργίῳ Καθολικῷ Δοσιθέῳ Ἱμερίῳ Διογένει Γρηγορίῳ ἡγεμόνι Πλουτάρχῳ Μαξιμίνῳ Ιαμβλίχῳ τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Σαραπίωνι τῷ λαμπροτάτῳ Βασιλείῳ Γάλλος καῖσαρ Ἰουλιανῷ ἀδελφῷ χαίρειν Ιουλιανῷ Εὐστάθιος φιλόσοφος
Λιβανίῳ σοφιστῇ καὶ κοιαίστωρι
§1 Μέχρι τῶν Λιτάρβων ἦλθον· ἔστι δὲ κώμη Χαλκίδος· καὶ ἐνέτυχον ὁδῷ λείψανα ἐχούσῃ χειμαδίων Ἀντιοχικῶν. ἦν δὲ αὐτῆς, οἶμαι, τὸ μὲν τέλμα τὸ δὲ ὄρος, τραχεῖα δὲ πᾶσα, καὶ ἐνέκειντο τῷ τέλματι λίθοι ὥσπερ ἐπίτηδες ἐρριμμένοις ἐοικότες, ὑποὐδεμιᾶς τέχνης συγκείμενοι, ὃν τρόπον εἰώθασιν ἐν ταῖς ἄλλαις πόλεσι τὰς λεωφόρους οἱ ἐξοικοδομοῦντες ποιεῖν, ἀντὶ μὲν τῆς κονίας πολὺν τὸν χοῦν ἐποικοδομοῦντες, πυκνοὺς δὲ ὥσπερ ἐν τοίχῳ τιθέντες τοὺς λίθους. ἐπεὶ δὲ διαβὰς μόλις ἦλθον εἰς τὸν πρῶτον σταθμόν, ἐννέα που σχεδὸν ἦσαν ὧραι, καὶ ἐδεξάμην εἴσω τῆς αὐλῆς τὸ πλεῖστον τῆς παρὑμῖν βουλῆς. δὲ διελέχθημεν πρὸς ἀλλήλους, ἴσως ἐπύθου· μάθοις δἂν καὶ ἡμῶν ἀκούσας, εἰ θεοὶ θέλοιεν.
§2 Ἀπὸ τῶν Λιτάρβων εἰς τὴν Βέρροιαν ἐπορευόμην, καὶ Ζεὺς αἴσια πάντα ἐσήμηνεν, ἐναργῆ δείξας τὴν διοσημείαν. ἐπιμείνας δὲ ἡμέραν ἐκεῖ τὴν ἀκρόπολιν εἶδον, καὶ ἔθυσα τῷ Διὶ βασιλικῶς ταῦρον λευκόν, διελέχθην δὲ ὀλίγα τῇ βουλῇ περὶ θεοσεβείας. ἀλλὰ τοὺς λόγους ἐπῄνουν μὲν ἅπαντες, ἐπείσθησαν δὲ αὐτοῖς ὀλίγοι πάνυ, καὶ οὗτοι οἳ καὶ πρὸ τῶν ἐμῶν λόγων ἐδόκουν ἔχειν ὑγιῶς. εὐλαβοῦντο δὲ ὥσπερ παρρησίας ἀποτρίψασθαι τὴν αἰδῶ καὶ ἀποθέσθαι· περίεστι γάρ, θεοί, τοῖς ἀνθρώποις ἐπὶ μὲν τοῖς καλοῖς ἐρυθριᾶν, ἀνδρείᾳ ψυχῆς καὶ εὐσεβείᾳ, καλλωπίζεσθαι δὲ ὥσπερ τοῖς χειρίστοις, ἱεροσυλίᾳ καὶ μαλακίᾳ γνώμης καὶ σώματος.
§3 Ἔνθεν ὑποδέχονταί με Βάτναι, χωρίον οἷον παρὑμῖν οὐκ εἶδον ἔξω τῆς Δάφνης, νῦν ἔοικε ταῖς Βάτναις· ὡς τά γε πρὸ μικροῦ, σωζομένου τοῦ νεὼ καὶ τοῦ ἀγάλματος, Ὄσσῃ καὶ Πηλίῳ καὶ ταῖς Ὀλύμπου κορυφαῖς καὶ τοῖς Θετταλικοῖς Τέμπεσιν ἄγων ἐπίσης καὶ προτιμῶν ἁπάντων ὁμοῦ τὴν Δάφνην οὐκ ἂν αἰσχυνοίμην. ἀλλἐπὶ μὲν τῇ Δάφνῃ γέγραπταί σοι λόγος, ὁποῖον ἄλλος οὐδἂν εἷς τῶν οἳ νῦν βροτοί εἰσι καὶ μάλα ἐπιχειρήσας καμεῖν ἐργάσαιτο, νομίζω δὲ καὶ τῶν ἔμπροσθεν οὐ πολλοὺς πάνυ. τί οὖν ἐγὼ νῦν ἐπιχειρῶ περὶ αὐτῆς γράφειν, οὕτω λαμπρᾶς μονῳδίας ἐπαὐτῇ συγγεγραμμένης; ὡς μήποτε ὤφελε τοιοῦτον. αἵ γε μὴν Βάτναι· βαρβαρικὸν ὄνομα τοῦτο· χωρίον ἐστὶν Ἑλληνικόν, πρῶτον μὲν ὅτι διὰ πάσης τῆς πέριξ χώρας ἀτμοὶ λιβανωτοῦ πανταχόθεν ᾖσαν, ἱερεῖά τε ἐβλέπομεν εὐτρεπῆ πανταχοῦ. τοῦτο μὲν οὖν εἰ καὶ λίαν ηὔφραινέ με, θερμότερον ὅμως ἐδόκει καὶ τῆς εἰς τοὺς θεοὺς εὐσεβείας ἀλλότριον. ἐκτὸς πάτου γὰρ εἶναι χρὴ καὶ δρᾶσθαι καθἡσυχίαν, ἐπαὐτὸ τοῦτο πορευομένων, οὐκ ἐπἄλλο τι βαδιζόντων, τὰ πρὸς τοὺς θεοὺς ἱερά τε καὶ ὅσια. τοῦτο μὲν οὖν ἴσως τεύξεται τῆς ἁρμοζούσης ἐπιμελείας αὐτίκα.
§4 Τὰς Βάτνας δὲ ἑώρων πεδίον λάσιον ἄλση κυπαρίττων ἔχον νέων· καὶ ἦν ἐν ταύταις οὐδὲν γεράνδρυον οὐδὲ σαπρόν, ἀλλὰ ἐξ ἴσης ἅπαντα θάλλοντα τῇ κόμῃ· καὶ τὰ βασίλεια πολυτελῆ μὲν ἥκιστα· πηλοῦ γὰρ ἦν μόνον καὶ ξύλων οὐδὲν ποικίλον ἔχοντα· κῆπον δὲ τοῦ μὲν Ἀλκίνου καταδεέστερον, παραπλήσιον δὲ τῷ Λαέρτου, καὶ ἐν αὐτῷ μικρὸν ἄλσος πάνυ, κυπαρίττων μεστόν, καὶ τῷ θριγκίῳ δὲ πολλὰ τοιαῦτα παραπεφυτευμένα δένδρα στίχῳ καὶ ἐφεξῆς. εἶτα τὸ μέσον πρασιαί, καὶ ἐν ταύταις λάχανα καὶ δένδρα παντοίαν ὀπώραν φέροντα. τί οὖν ἐνταῦθα; ἔθυσα δείλης, εἶτὄρθρου βαθέος, ὅπερ εἴωθα ποιεῖν ἐπιεικῶς ἑκάστης ἡμέρας. ἐπεὶ δὲ ἦν καλὰ τὰ ἱερά, τῆς Ἱερᾶς πόλεως εἰχόμεθα, καὶ ὑπαντῶσιν ἡμῖν οἱ πολῖται, καὶ ὑποδέχεταί με ξένος, ὀφθεὶς μὲν ἄρτι, φιλούμενος δὲ ὑπἐμοῦ πάλαι. τὴν δὲ αἰτίαν αὐτὸς μὲν εὖ οἶδα ὅτι συνῄδεις, ἐμοὶ δὲ ἡδὺ καὶ ἄλλως φράσαι· τὸ γὰρ ἀεὶ περὶ αὐτῶν ἀκούειν καὶ λέγειν ἐστί μοι νέκταρ. Ἰαμβλίχου τοῦ θειοτάτου τὸ θρέμμα Σώπατρος ἐγένετο τούτου κηδεστής· ἐξίσου ἐμοὶ γὰρ τὸ μὴ πάντα ἐκείνων τῶν ἀνδρῶν ἀγαπᾶν ἀδικημάτων οὐδενὸς τῶν φαυλοτάτων ἔλαττον εἶναι δοκεῖ. πρόσεστι ταύτης αἰτία μείζων. ὑποδεξάμενος γὰρ πολλάκις τόν τε ἀνεψιὸν τὸν ἐμὸν καὶ τὸν ὁμοπάτριον ἀδελφὸν καὶ προτραπεὶς ὑπαὐτῶν, οἷα εἰκός, πολλάκις ἀποστῆναι τῆς εἰς τοὺς θεοὺς εὐσεβείας, χαλεπόν ἐστιν, οὐκ ἐλήφθη τῇ νόσῳ.
§5 Ταῦτα εἶχον ἀπὸ τῆς Ἱερᾶς πόλεώς σοι γράφειν ὑπὲρ τῶν ἐμαυτοῦ. τὰς δὲ στρατιωτικὰς πολιτικὰς οἰκονομίας αὐτὸν ἐχρῆν οἶμαι παρόντα ἐφορᾶν καὶ ἐπιμελεῖσθαι· μεῖζον γάρ ἐστιν κατἐπιστολήν, εὖ ἴσθι, καὶ τοσοῦτον ὅσον οὐ ῥᾴδιον οὐδὲ τριπλασίᾳ ταύτης περιλαβεῖν σκοποῦντι τἀκριβές. ἐπὶ κεφαλαίου δέ σοι καὶ ταῦτα φράσω διὀλίγων. πρὸς τοὺς Σαρακηνοὺς ἔπεμψα πρέσβεις, ὑπομιμνήσκων αὐτοὺς ἥκειν, εἰ βούλοιντο. ἓν μὲν δὴ τοιοῦτον· ἕτερον δέ, λίαν ἐγρηγορότας ὡς ἐνεδέχετο τοὺς παραφυλάξοντας ἐξέπεμψα, μή τις ἐνθένδε πρὸς τοὺς πολεμίους ἐξέλθῃ λαθών, ἐσόμενος αὐτοῖς ὡς κεκινήμεθα μηνυτής. ἐκεῖθεν ἐδίκασα δίκην στρατιωτικήν, ὡς ἐμαυτὸν πείθω, πρᾳότατα καὶ δικαιότατα. ἵππους περιττοὺς καὶ ἡμιόνους παρεσκεύασα, τὸ στρατόπεδον εἰς ταὐτὸ συναγαγών. ναῦς πληροῦνται ποτάμιαι πυροῦ, μᾶλλον δὲ ἄρτων ξηρῶν καὶ ὄξους. καὶ τούτων ἕκαστον ὅπως ἐπράχθη καὶ τίνες ἐφἑκάστῳ γεγόνασι λόγοι, πόσου μήκους ἐστὶ συγγράφειν ἐννοεῖς. ἐπιστολαῖς δὲ ὅσαις ὑπέγραψα καὶ βίβλοις· ἑπόμενα γὰρ ὡσπερεὶ σκιά μοι καὶ ταῦτα συμπερινοστεῖ πανταχοῦ· τί δεῖ νῦν πράγματα ἔχειν ἀπαριθμούμενον;
Tap any Greek word to look it up
An open-access project
Hertlein 1913
Teubner
Hertlein, Teubner, 1913 · 1913-1923
The Editor

Friedrich Karl Hertlein (1825–1882) was a German classical scholar who produced the Teubner editions of the Emperor Julian's works. His editions of Julian's orations, letters, and philosophical writings provided the first modern critical texts of this fascinating 4th-century emperor-philosopher, whose attempt to restore traditional Roman religion earned him the epithet "the Apostate."

About This Edition

Hertlein's Teubner edition of Julian, published in two volumes (1875–1876), established the critical text of Julian's surviving works based on systematic manuscript collation. The Budé edition by J. Bidez and others (1924–1964) has since provided a more thorough treatment of the manuscript tradition, but Hertlein's text remains the basis on which later editions were built.

Translator

Wilmer Cave Wright (Loeb Classical Library)

Text Basis

Text based on the Teubner edition (Hertlein). Wright translated for the Loeb Classical Library.

Tap any Greek word to look it up