Julian Epistolae
EN Lat Orig
Fragmentum Epistolae [= 89b] Πρίσκῳ Εὐμενίῳ καὶ Φαριανῷ Ὀριβασίῳ Πρίσκῳ Ἀλυπίῳ ἀδελφῷ Καισαρίου Τῷ αὐτῷ Μαξίμῳ φιλοσόφῳ Ἰουλιανῷ θείῳ Ἰουλιανὸς Εὐθηρίῳ Ἰουλιανὸς Λεοντίῳ Μαξίμῳ φιλοσόφῳ Ἑρμογένει ἀποϋπάρχῳ Αἰγύπτου Προαιρεσίῳ Ἀετίῳ ἐπισκόπῳ Θεοδώρῳ ἀρχιερεῖ. Ζήνωνι. Book 18 Book 19 Ἰουλιανὸς Θεοδώρῳ ἀρχιερεῖ. Αὐτοκράτωρ Καῖσαρ Ἰουλιανὸς Μέγιστος Σεβαστὸς Ἀλεξανδρέων τῷ δήμῳ Ἀρσακίῳ ἀρχιερεῖ Γαλατίας. Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἀλεξανδρεῦσι διάταγμα Εὐαγρίῳ Βασιλείῳ Θρᾳξίν Ἀνεπίγραφος ὑπὲρ Ἀργείων Ἰουλιανῷ θείῳ Ἰουλιανὸς Φιλίππῳ Ἰουλιανοῦ νόμος περὶ τῶν ἰατρῶν. Θεοδώρᾳ. Θεοδώρᾳ τῇ αἰδεσιμωτάτῃ. Book 34 Ἀριστοξένῳ φιλοσόφῳ. Book 36 Ἀταρβίῳ Ἰουλιανοῦ τοῦ παραβάτου πρὸς Πορφύριον Βυζακίοις Ἑκηβολίῳ Βοστρηνοῖς Καλλιξείνῃ Εὐσταθίῳ φιλοσόφῳ Εὐσταθίῳ φιλοσόφῳ Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἀλεξανδρεῦσιν Ἀλεξανδρεῦσιν Ἐκδικίῳ Διονυσίῳ Ἰουδαίων τῷ κοινῷ Λιβανίῳ Λιβανίῳ Εὐστοχίῳ Book 56 Ἀρσάκῃ Ἀρμενίων σατράπῃ Λιβανίῳ σοφιστῇ καὶ κοιαίστωρι Μαξίμῳ φιλοσόφῳ Εὐγενίῳ φιλοσόφῳ Σωπάτρῳ Εὐκλείδῃ φιλοσόφῳ Ἑκηβολίῳ Λουκιανῷ σοφιστῇ Ἐλπιδίῳ φιλοσόφῳ Γεωργίῳ Καθολικῷ Γεωργίῳ Καθολικῷ Δοσιθέῳ Ἱμερίῳ Διογένει Γρηγορίῳ ἡγεμόνι Πλουτάρχῳ Μαξιμίνῳ Ιαμβλίχῳ τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Σαραπίωνι τῷ λαμπροτάτῳ Βασιλείῳ Γάλλος καῖσαρ Ἰουλιανῷ ἀδελφῷ χαίρειν Ιουλιανῷ Εὐστάθιος φιλόσοφος
Λιβανίῳ
§1 Ἀποδέδωκας Ἀριστοφάνει τὰς ἀμοιβὰς τῆς τε περὶ τοὺς θεοὺς εὐσεβείας καὶ τῆς περὶ σεαυτὸν προθυμίας, ἀμείψας αὐτῷ καὶ μεταθεὶς τὰ πρόσθεν ἐπονείδιστα πρὸς εὔκλειαν, οὐ τὴν νῦν μόνον, ἀλλὰ καὶ εἰς τὸν ἔπειτα χρόνον, ὡς οὐχ ὅμοιόν γε Παύλου συκοφαντία καὶ τοῦ δεῖνος κρίσις τοῖς ὑπὸ σοῦ γραφομένοις λόγοις· ἐκεῖνα μὲν γὰρ ἀνθοῦντά τε ἐμισεῖτο καὶ συναπέσβη τοῖς δράσασιν, οἱ δὲ σοὶ λόγοι καὶ νῦν ὑπὸ τῶν ἀληθῶς Ἑλλήνων ἀγαπῶνται, καὶ εἰς τὸν ἔπειτα χρόνον, εἰ μή τι σφάλλομαι κρίσεως ὀρθῆς, ἀγαπήσονται. πεύσῃ δὴ λοιπὸν εἰ πέπεικάς με, μᾶλλον δὲ μεταπέπεικας ὑπὲρ Ἀριστοφάνους. μὴ νομίζειν αὐτὸν ἡδονῶν ἥττονα καὶ χρημάτων ὁμολογῶ. τί δὲ οὐ μέλλω τῷ φιλοσοφωτάτῳ καὶ φιλαληθεστάτῳ τῶν ῥητόρων εἴκειν; ἕπεται καὶ τὸ ἐπὶ τούτοις παρὰ σοῦ προσανερωτᾶσθαι· τί οὖν οὐ μετατίθεμεν αὐτῷ τὰς συμφορὰς εἰς ἀμείνω τύχην καὶ ἀφανίζομεν τὰ κατασχόντα διὰ τὰς δυσπραγίας ὀνείδη; σύν τε δὔ ἐρχομένω, φασίν, ἐγὼ καὶ σὺ βουλευσώμεθα. δίκαιος δὲ εἶ μὴ συμβουλεύειν μόνον, ὅτι χρὴ βοηθεῖν ἀνδρὶ τοὺς θεοὺς ἀδόλως τετιμηκότι, ἀλλὰ καὶ ὃν χρὴ τρόπον. καίτοι καὶ τοῦτο ᾐνίξω τρόπον τινά. βέλτιον δὲ ἴσως ὑπὲρ τῶν τοιούτων οὐ γράφειν, ἀλλὰ διαλέγεσθαι πρὸς ἀλλήλους. ἔρρωσό μοι, ἀδελφὲ ποθεινότατε καὶ προσφιλέστατε.
§2 Ἀνέγνων δὲ χθὲς τὸν λόγον πρὸ ἀρίστου σχεδόν, ἀριστήσας δὲ, πρὶν ἀναπαύσασθαι, τὸ λοιπὸν προσαπέδωκα τῆς ἀναγνώσεως. μακάριος εἶ λέγειν οὕτω, μᾶλλον δὲ φρονεῖν οὕτω δυνάμενος. λόγος, φρένες, σύνεσις, διαίρεσις, ἐπιχειρήματα, τάξις, ἀφορμαί, λέξις, ἁρμονία, συνθήκη.
Tap any Greek word to look it up
An open-access project
Hertlein 1913
Teubner
Hertlein, Teubner, 1913 · 1913-1923
The Editor

Friedrich Karl Hertlein (1825–1882) was a German classical scholar who produced the Teubner editions of the Emperor Julian's works. His editions of Julian's orations, letters, and philosophical writings provided the first modern critical texts of this fascinating 4th-century emperor-philosopher, whose attempt to restore traditional Roman religion earned him the epithet "the Apostate."

About This Edition

Hertlein's Teubner edition of Julian, published in two volumes (1875–1876), established the critical text of Julian's surviving works based on systematic manuscript collation. The Budé edition by J. Bidez and others (1924–1964) has since provided a more thorough treatment of the manuscript tradition, but Hertlein's text remains the basis on which later editions were built.

Translator

Wilmer Cave Wright (Loeb Classical Library)

Text Basis

Text based on the Teubner edition (Hertlein). Wright translated for the Loeb Classical Library.

Tap any Greek word to look it up