Julian Epistolae
EN Lat Orig
Fragmentum Epistolae [= 89b] Πρίσκῳ Εὐμενίῳ καὶ Φαριανῷ Ὀριβασίῳ Πρίσκῳ Ἀλυπίῳ ἀδελφῷ Καισαρίου Τῷ αὐτῷ Μαξίμῳ φιλοσόφῳ Ἰουλιανῷ θείῳ Ἰουλιανὸς Εὐθηρίῳ Ἰουλιανὸς Λεοντίῳ Μαξίμῳ φιλοσόφῳ Ἑρμογένει ἀποϋπάρχῳ Αἰγύπτου Προαιρεσίῳ Ἀετίῳ ἐπισκόπῳ Θεοδώρῳ ἀρχιερεῖ. Ζήνωνι. Book 18 Book 19 Ἰουλιανὸς Θεοδώρῳ ἀρχιερεῖ. Αὐτοκράτωρ Καῖσαρ Ἰουλιανὸς Μέγιστος Σεβαστὸς Ἀλεξανδρέων τῷ δήμῳ Ἀρσακίῳ ἀρχιερεῖ Γαλατίας. Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἀλεξανδρεῦσι διάταγμα Εὐαγρίῳ Βασιλείῳ Θρᾳξίν Ἀνεπίγραφος ὑπὲρ Ἀργείων Ἰουλιανῷ θείῳ Ἰουλιανὸς Φιλίππῳ Ἰουλιανοῦ νόμος περὶ τῶν ἰατρῶν. Θεοδώρᾳ. Θεοδώρᾳ τῇ αἰδεσιμωτάτῃ. Book 34 Ἀριστοξένῳ φιλοσόφῳ. Book 36 Ἀταρβίῳ Ἰουλιανοῦ τοῦ παραβάτου πρὸς Πορφύριον Βυζακίοις Ἑκηβολίῳ Βοστρηνοῖς Καλλιξείνῃ Εὐσταθίῳ φιλοσόφῳ Εὐσταθίῳ φιλοσόφῳ Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἀλεξανδρεῦσιν Ἀλεξανδρεῦσιν Ἐκδικίῳ Διονυσίῳ Ἰουδαίων τῷ κοινῷ Λιβανίῳ Λιβανίῳ Εὐστοχίῳ Book 56 Ἀρσάκῃ Ἀρμενίων σατράπῃ Λιβανίῳ σοφιστῇ καὶ κοιαίστωρι Μαξίμῳ φιλοσόφῳ Εὐγενίῳ φιλοσόφῳ Σωπάτρῳ Εὐκλείδῃ φιλοσόφῳ Ἑκηβολίῳ Λουκιανῷ σοφιστῇ Ἐλπιδίῳ φιλοσόφῳ Γεωργίῳ Καθολικῷ Γεωργίῳ Καθολικῷ Δοσιθέῳ Ἱμερίῳ Διογένει Γρηγορίῳ ἡγεμόνι Πλουτάρχῳ Μαξιμίνῳ Ιαμβλίχῳ τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Τῷ αὐτῷ Σαραπίωνι τῷ λαμπροτάτῳ Βασιλείῳ Γάλλος καῖσαρ Ἰουλιανῷ ἀδελφῷ χαίρειν Ιουλιανῷ Εὐστάθιος φιλόσοφος
Τῷ αὐτῷ
§1 Ἱκανὴν ὁμολογῶ τῆς σῆς ἀπολείψεως ἐκτετικέναι δίκην οὐ μόνον οἷς παρὰ τὴν ἀποδημίαν συνηνέχθην ἀνιαροῖς, ἀλλὰ γὰρ καὶ αὐτῷ τούτῳ πλέον, ὅτι σου τὸν τοσοῦτον ἀπελείφθην χρόνον, καίτοι πολλαῖς καὶ ποικίλαις πανταχοῦ χρησάμενος τύχαις, ὡς μηδὲν ἀπείρατον καταλιπεῖν. ἀλλὰ καὶ πολέμων θορύβους καὶ πολιορκίας ἀνάγκην καὶ φυγῆς πλάνην καὶ φόβους παντοίους, ἔτι δὲ χειμώνων ὑπερβολὰς καὶ νόσων κινδύνους καὶ τὰς ἐκ Παννονίας τῆς ἄνω μέχρι τοῦ κατὰ τὸν Καλχηδόνιον πορθμὸν διάπλου μυρίας δὴ καὶ πολυτρόπους συμφορὰς ὑπομείνας οὐδὲν οὕτω λυπηρὸν οὐδὲ δυσχερὲς ἐμαυτῷ συμβεβηκέναι φαίην ἂν ὡς ὅτι σὲ τὸ κοινὸν τῶν Ἑλλήνων ἀγαθὸν ἐπὶ τοσοῦτον χρόνον τὴν ἑῴαν ἀπολιπὼν οὐκ εἶδον· ὥστεἴπερ ἀχλύν τινα τοῖς ἐμοῖς ὀφθαλμοῖς καὶ νέφος πολὺ περικεῖσθαι λέγοιμι, μὴ θαυμάσῃς. τότε γὰρ δή με καὶ ἀὴρ εὔδιος καὶ φέγγος ἡλίου λαμπρότατον καὶ οἷον ἔαρ ἀληθῶς τοῦ βίου περιέξει κάλλιστον, ὅταν σὲ τὸ μέγα τῆς οἰκουμένης ἄγαλμα περιπτύξωμαι καὶ, καθάπερ ἀγαθῷ πατρὶ παῖς γνήσιος ἐκ πολέμου τινὸς διαποντίου κλύδωνος ἀνελπίστως ὀφθεὶς, εἶτα ὅσα ἔπαθον καὶ διὅσων ἦλθον κινδύνων εἰπὼν καὶ οἷον ἐπἀγκύρας ἱερᾶς ὁρμιζόμενος ἀρκοῦσαν ἤδη παραψυχὴν τῶν ἀλγεινῶν εὕρωμαι. παραμυθεῖται γάρ, ὡς εἰκός, καὶ ἐπικουφίζει τὰς συμφοράς, ὅταν τις πέπονθεν εἰς τοὺς ἄλλους ἔκφορα καθιστὰς διανείμῃ τοῦ πάθους τὴν γνῶσιν ἐν τῇ κοινωνίᾳ τοῦ λόγου. τέως γε μὴν οἷς ἔχω σε κατὰ δύναμιν τὴν ἐμὴν μέτειμι· καὶ γὰρ οὐ παύσομαι τὸν ἐν μέσῳ τῆς ἀπολείψεως χρόνον ἐν τῷ τῶν γραμμάτων θεραπεύων συνθήματι. εἰ δὲ δὴ καὶ ἀντιτύχοιμι παρὰ σοῦ τῶν ἴσων, ὑφήσω τί καὶ μικρόν, οἷον ἀντὶ σωτηρίου τινὸς συμβόλου τοῖς σοῖς ὁμιλῶν γράμμασι. σὺ δὲ δέχοιο μὲν εὐμενῶς τὰ παρἡμῶν, παρέχοις δὲ καὶ σεαυτὸν εἰς ἀμοιβὴν εὐμενέστερον, ὡς τι ἄν σημήνῃς καλὸν γράψῇς, τοῦτο ἀντὶ τῆς Ἑρμοῦ λογίου φωνῆς τῆς Ἀσκληπιοῦ χειρὸς παρἡμῶν κρίνεται.
Tap any Greek word to look it up
An open-access project
Hertlein 1913
Teubner
Hertlein, Teubner, 1913 · 1913-1923
The Editor

Friedrich Karl Hertlein (1825–1882) was a German classical scholar who produced the Teubner editions of the Emperor Julian's works. His editions of Julian's orations, letters, and philosophical writings provided the first modern critical texts of this fascinating 4th-century emperor-philosopher, whose attempt to restore traditional Roman religion earned him the epithet "the Apostate."

About This Edition

Hertlein's Teubner edition of Julian, published in two volumes (1875–1876), established the critical text of Julian's surviving works based on systematic manuscript collation. The Budé edition by J. Bidez and others (1924–1964) has since provided a more thorough treatment of the manuscript tradition, but Hertlein's text remains the basis on which later editions were built.

Translator

Wilmer Cave Wright (Loeb Classical Library)

Text Basis

Text based on the Teubner edition (Hertlein). Wright translated for the Loeb Classical Library.

Tap any Greek word to look it up