Book 9
§1 ἐν δὲ τῇ χώρῃ ταύτῃ, ἵνα ἐβασίλευσεν θυγάτηρ τοῦ Ἡρακλέος, τὰς μὲν γυναῖκας ἑπταέτεας ἐούσας ἐς ὥρην γάμου ἰέναι, τοὺς δὲ ἄνδρας τεσσαράκοντα ἔτεα τὰ πλεῖστα βιώσκεσθαι.
§2 καὶ ὑπὲρ τούτου λεγόμενον λόγον εἶναι παρὰ Ἰνδοῖσιν. Ἡρακλέα, ὀψιγόνου οἱ γενομένης τῆς παιδός, ἐπεί τε δὴ ἐγγὺς ἔμαθεν ἑωυτῷ ἐοῦσαν τὴν τελευτήν, οὐκ ἔχοντα ὅτῳ ἀνδρὶ ἐκδῷ τὴν παῖδα ἑωυτοῦ ἐπαξίῳ, αὐτὸν μιγῆναι τῇ παιδὶ ἑπταέτεϊ ἐούσῃ, ὡς γένος ἐξ οὗ τε κἀκείνης ὑπολείπεσθαι Ἰνδῶν βασιλέας. ποιῆσαι ὦν αὐτὴν Ἡρακλέα ὡραίην γάμου·
§3 καὶ ἐκ τοῦδε ἅπαν τὸ γένος2τοῦτο ὅτου Πανδαίη ὑπῆρξε τωὐτὸν τοῦτο γέρας ἔχειν παρὰ Ἡρακλέος.
§4 ἐμοὶ δὲ δοκέει, εἴπερ ὦν τὰ ἐς τοσόνδε ἄτοπα Ἡρακλέης οἷός τε ἦν ἐξεργάζεσθαι, κἄν ἑωυτὸν ἀποφῆναι μακροβιώτερον, ὡς ὡραίῃ μιγῆναι τῇ παιδί.
§5 ἀλλὰ γὰρ εἰ τὰ ὑπὲρ τῆς ὥρης τῶν ταύτῃ παίδων ἀτρεκέα ἐς τωὐτὸν φέρειν δοκέει ἔμοιγε ἐς τι περ καὶ τὸ ὑπὲρ τῶν ἀνδρῶν τῆς ἡλικίης ὅτι τεσσαρακοντούτεες ἀποθνήσκουσιν οἱ πρεσβύτατοι αὐτῶν.
§6 0ἷς γὰρ τό τε γῆρας τοσῷδε ταχύτερον ἐπέρχεται καὶ θάνατος ὁμοῦ τῷ γήραϊ, πάντως κου καὶ ἀκμὴ πρὸς λόγον τοῦ τέλεος ταχυτέρη ἐπανθέει.
§7 ὥστε τριακοντούτεες μὲν ὠμογέροντες ἄν κου εἶεν αὐτοῖσιν οἱ ἄνδρες, εἴκοσι δὲ ἔτεα γεγονότες οἱ ἔξω ἥβης νεηνίσκοι, δὲ ἀκροτάτη ἥβη ἀμφὶ τὰ πεντεκαίδεκα ἔτεα· καὶ τῇσι γυναιξὶν ὥρη γάμου κατὰ λόγον ἄν ἐς τὰ ἑπτὰ ἔτεα συμβαίνοι.
§8 καὶ γὰρ τοὺς καρποὺς ἐν ταύτῃ τῇ χώρῃ πεπαίνεσθαί τε ταχύτερον τῶν ἄλλῃ ὡυτὸς οὗτος Μεγασθένης ἀνέγραψε καὶ φθίνειν ταχύτερον.
§9 ἀπὸ μὲν δὴ Διονύσου βασιλέας ἠρίθμεον Ἰνδοὶ ἐς Σανδράκοττον τρεῖς καὶ πεντήκοντα καὶ ἑκατόν, ἔτεα δὲ δύο καὶ τεσσαράκοντα καὶ ἑξακισχίλια· ἐν δὲ τούτοισι τρὶς τὸ πᾶν ἐς ἐλευθερίην τὴν δὲ καὶ ἐς τριηκόσια· τὴν δὲ εἴκοσί τε ἐτέων καὶ ἑκατὸν. πρεσβύτερόν τε Διόνυσον Ἡρακλέος δέκα καὶ πέντε γενεῇσιν Ἰνδοὶ λέγουσιν·
§10 ἄλλον δὲ οὐδένα ἐμβαλεῖν ἐς γῆν τὴν Ἰνδῶν ἐπὶ πολέμῳ, οὐδὲ Κῦρον τὸν Καμβύσεω, καίτοι ἐπὶ Σκύθας ἐλάσαντα καὶ τἄλλα πολυπραγμονέστατον δὴ τῶν κατὰ τὴν Ἀσίην βασιλέων γενόμενον τὸν Κῦρον.
§11 ἀλλὰ Ἀλέξανδρον γὰρ ἐλθεῖν τε καὶ κρατῆσαι πάντων τοῖσιν ὅπλοισιν, ὅσους γε δὴ ἐπῆλθε· καὶ ἂν καὶ πάντων κρατῆσαι, εἰ στρατιὴ ἤθελεν.
§12 οὐ μὲν δὴ οὐδὲ Ἰνδῶν τινὰ ἔξω τῆς οἰκηίης σταλῆναι ἐπὶ πολέμῳ διὰ δικαιότητα.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up