Book 36
§1 δὲ ὕπαρχος τῆς χώρης, ὅντινα συνειλήφει Ἀλέξανδρος ἐπὶ τῆς ἀγγελίης τῇ ματαιότητι, παρεόντα κατιδὼν τὸν Νέαρχον, πίπτει τε αὐτῷ πρὸς τὰ γούνατα,
§2 καὶοὗτός τοιἔφηἐγώ εἰμι, ὃς ἀπηγγειλα Ἀλεξάνδρῳ ὅτι σῷοι ἥκετε· ὁρᾷς ὅκως διάκειμαι.” οὕτω δὴ δέεται Ἀλεξάνδρου Νέαρχος ἀπεῖναι τὸν ἄνδρα, καὶ ἀπίεται.
§3 Ἀλέξανδρος δὲ σωτήρια τοῦ στρατοῦ ἔθυε Διὶ Σωτῆρι καὶ Ἡρακλέι καὶ Ἀπόλλωνι Ἀλεξικάκῳ καὶ Ποσειδῶνί τε καὶ ὅσοι ἄλλοι θαλάσσιοι θεοὶ, καὶ ἀγῶνα ἐποίεε γυμνικόν τε καὶ μουσικόν, καὶ πομπὴν ἔπεμπε· καὶ Νέαρχος ἐν πρώτοισιν ἐπόμπευε, ταινίῃσί τε καὶ ἄνθεσι πρὸς τῆς στρατιῆς βαλλόμενος.
§4 ὡς δὲ ταῦτά οἱ τέλος εἶχε, λέγει πρὸς Νέαρχονἐγώ σε, Νέαρχε, οὐκέτι ἐθέλω τὸ πρίσω οὔτʼ ὦν κινδυνεύειν οὔτε ταλαιπωρέεσθαι, ἀλλὰ ἄλλος γὰρ τοῦ ναυτικοῦ ἐξηγήσεται τὸ ἀπὸ τοῦδε, ἔστε καταστῆσαι αὐτὸ ἐς Σοῦσα.
§5 Νέαρχος δὲ ὑπολαβὼν λέγει βασιλεῦ, ἐγὼ μέν τοι πάντα πείθεσθαι ἐθέλω τε καὶ ἀναγκαίη μοί ἐστιν. ἀλλὰ εἰ δή τι καὶ σὺ ἐμοὶ χαρίζεσθαι ἐθέλεις, μὴ ποιήσῃς ὧδε, ἀλλὰ με ἔασον ἐξηγήσασθαι ἐς ἅπαν τοῦ στρατοῦ, ἔστʼ ἄν σοι σῴας καταστήσω ἐς Σοῦσα τὰς νέας.
§6 μηδὲ τὰ μὲν χαλεπά τε καὶ ἄπορα ἐμοὶ ἐπιτετραμμένα ἐκ σοῦ ἔστω, τὰ δὲ εὐπετέα τε καὶ κλέεος ἤδη ἐχόμενα ἑτοίμου, ταῦτα δὲ ἀπαιρεθέντα ἄλλῳ ἐς χεῖρας διδόσθω.
§7 ἔτι λέγοντα παύει Ἀλέξανδρος, καὶ χάριν προσωμολόγεεν εἰδέναι. οὕτω δὴ καταπέμπει αὐτόν, στρατιὴν δοὺς ἐς παραπομπὴν ὡς διὰ φιλίης ἰόντι ὀλίγην.
§8 τῷ δὲ οὐδὲ τὰ τῆς ὀδοῦ τῆς ἐπὶ θάλασσαν ἔξω πόνου ἐγένετο, ἀλλὰ συλλελεγμένοι γὰρ οἱ κύκλῳ βάρβαροι τὰ ἐρυμνὰ τῆς χώρης τῆς Καρμανίης κατεῖχον, ὅτι σατράπης αὐτοῖσι ἐτετελευτήκει κατὰ πρόσταξιν Ἀλεξάνδρου, δὲ νεωστὶ κατεστηκὼς Τληπόλεμος οὔπω βέβαιον τὸ κράτος εἶχε.
§9 δὶς ὦν καὶ τρίς τῇ αὐτῇ ἡμέρῃ ἄλλοισι καὶ ἄλλοισι τῶν βαρβάρων ἐπιφαινομένοισιν ἐς χεῖρας ᾔεσαν, καὶ οὕτως οὐδέν τι ἐλινύσαντες μόλις καὶ χαλεπῶς ἐπὶ θάλασσαν ἀπεσώθησαν. ἐνθαῦτα θύει Νέαρχος Διὶ Σωτῆρι καὶ ἀγῶνα ποιέει γυμνικόν.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up