Book 15
§1 τοῦ δὲ ἐλέφαντος τὴν τίγριν πολλόν τι ἀλκιμωτέρην Ἰνδοὶ ἄγουσι. τίγριος δὲ δορὴν μὲν ἰδεῖν λέγει Νέαρχος, αὐτὴν δὲ τίγριν οὐκ ἰδεῖν· ἀλλὰ τοὺς Ἰνδοὺς γὰρ ἀπηγέεσθαι, τίγριν εἶναι μέγαθος μὲν ἡλίκον τὸν μέγιστον ἵππον, τὴν δὲ ὠκύτητα καὶ ἀλκὴν οἵην οὐδενὶ ἄλλῳ εἰκάσαι·
§2 ἐπεὰν γὰρ ὁμοῦ ἔλθῃ ἐλέφαντι, ἐπιπηδᾶν τε ἐπὶ τὴν κεφαλὴν τοῦ ἐλέφαντος καὶ ἄγχειν εὐπετέως.
§3 ταύτας δέ, ἅστινας καὶ ἡμεῖς ὁρέομεν καὶ τίγριας καλέομεν, θῶας εἶναι αἰόλους καὶ μέζονας ἤπερ τοὺς ἄλλους θῶας.
§4 ἐπεὶ καὶ ὑπὲρ τῶν μυρμήκων λέγει Νέαρχος μύρμηκα μὲν αὐτὸς οὐκ ἰδέειν, ὁκοῖον δή τινα μετεξέτεροι διέγραψαν γίνεσθαι ἐν τῇ Ἰνδῶν γῇ, δορὰς δὲ καὶ τούτων ἰδεῖν πολλὰς ἐς τὸ στρατόπεδον κατακομισθείσας τὸ Μακεδονικόν.
§5 Μεγασθένης δὲ ἀτρεκέα εἶναι ὑπὲρ τῶν μυρμήκων τὸν λόγον ἱστορέει, τούτους εἶναι τοὺς τὸν χρυσὸν ὀρύσσοντας, οὐκ αὐτοῦ τοῦ χρυσοῦ εἵνεκα, ἀλλὰ φύσι γὰρ κατὰ τῆς γῆς ὀρύσσουσιν, ἵνα φωλεύωσι, κατάπερ οἱ ἡμέτεροι οἱ σμικροὶ μύρμηκες ὀλίγον τῆς γῆς ὀρύσσουσιν.
§6 ἐκείνους δέεἶναι γὰρ ἀλωπέκων μέζοναςπρὸς λόγον τοῦ μεγάθεος σφῶν καὶ τὴν γῆν ὀρύσσειν· τὴν δὲ γῆν χρυσῖτιν εἶναι, καὶ ἀπὸ ταύτης γίνεσθαι Ἰνδοῖσι τὸν χρυσόν.
§7 ἀλλὰ Μεγασθένης τε ἀκοὴν ἀπηγέεται, καὶ ἐγὼ ὅτι οὐδὲν τούτου ἀτρεκέστερον ἀναγράψαι ἔχω, ἀπίημι ἑκὼν τὸν ὑπὲρ τῶν μυρμήκων λόγον.
§8 σιττακοὺς δὲ Νέαρχος μὲν ὡς δή τι θῶμα ἀπηγέεται ὅτι γίνονται ἐν τῇ Ἰνδῶν τῇ, καὶ ὁκοῖος ὄρνις ἐστὶν σιττακός, καὶ ὅκως φωνὴν ἵει ἀνθρωπίνην.
§9 ἐγὼ δὲ ὅτι αὐτός τε πολλοὺς ὀπώπεα καὶ ἄλλους ἐπισταμένους ᾔδεα τὸν ὄρνιθα, οὐδὲν ὡς ὑπὲρ ἀτόπου δῆθεν ἀπηγήσομαι· οὐδὲ ὑπὲρ τῶν πιθήκων τοῦ μεγάθεος, ὅτι καλοὶ παρʼ Ἰνδοῖσι πίθηκοί εἰσιν, οὐδὲ ὅκως θηρέονται ἐρέω. καὶ γὰρ ταῦτα γνώριμα ἐρέω, πλήν γε δὴ ὅτι καλοί κου πίθηκοί εἰσι.
§10 καὶ ὄφιας δὲ λέγει Νέαρχος θηρευθῆναι αἰόλους μὲν καὶ ταχέας, μέγαθος δέ, ὃν μὲν λέγει ἑλεῖν Πείθωνα τὸν Ἀντιγένεος, πήχεων ὡς ἑκκαίδεκα· αὐτοὺς δὲ τοὺς Ἰνδοὺς πολὺ μέζονας τούτων λέγειν εἶναι τοὺς μεγίστους ὄφιας.
§11 ὅσοι δὲ ἰητροὶ Ἕλληνες, τούτοισιν οὐδὲν ἄκος ἐξεύρητο ὅστις ὑπὸ ὄφιος δηχθείη Ἰνδικοῦ· ἀλλὰ αὐτοὶ γὰρ οἱ Ἰνδοὶ ἰῶντο τοὺς πληγέντας. καὶ ἐπὶ τῷδε Νέαρχος λέγει ὅτι συλλελεγμένους ἀμφʼ ἑωυτὸν εἶχεν Ἀλέξανδρος Ἰνδῶν ὅσοι ἰητρικὴν σοφώτατοι, καὶ ἐκεκήρυκτο ἀνὰ τὸ στρατόπεδον, ὅστις δηχθείη, ἐπὶ τὴν σκηνὴν φοιτᾶν τὴν τοῦ βασιλέος.
§12 οἱ δὲ αὐτοὶ οὗτοι καὶ τῶν ἄλλων νούσων τε καὶ παθέων ἰητροὶ ἦσαν. οὐ πολλὰ δὲ ἐν Ἰνδοῖσι πάθεα γίνεται, ὅτι αἱ ὧραι σύμμετροί εἰσιν αὐτόθι· εἰ δέ τι μέζον καταλαμβάνοι, τοῖσι σοφιστῇσιν ἀνεκοινοῦντο· καὶ ἐκεῖνοι οὐκ ἄνευ θεοῦ ἐδόκεον ἰῆσθαι τι περ ἰήσιμον.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up