Book 17
§1 τὰ δὲ σώματα ἰσχνοί τέ εἰσιν Ἰνδοὶ καὶ εὐμήκεες, καὶ κοῦφοι πολλόν τι ὑπὲρ τοὺς ἄλλους ἀνθρώπους. ὀχήματα δὲ τοῖσι μὲν πολλοῖσιν Ἰνδῶν κάμηλοί εἰσι καὶ ἵπποι καὶ ὄνοι, τοῖσι δὲ εὐδαίμοσιν ἐλέφαντες.
§2 βασιλικὸν γὰρ ὄχημα ἐλέφας παρʼ Ἰνδοῖσίν ἐστι, δεύτερον δὲ τιμῇ τὰ τέθριππα, τρίτον δὲ αἱ κάμηλοι. τὸ δὲ ἐπʼ ἑνὸς ἵππου ὀχέεσθαι ἄτιμον.
§3 αἱ γυναῖκες δὲ αὐτοῖσιν, ὅσαι κάρτα σώφρονες, ἐπὶ μὲν ἄλλῳ μισθῷ οὐκ ἄν τι διαμάρτοιεν, ἐλέφαντα δὲ λαβοῦσα γυνὴ μίσγεται τῷ δόντι· οὐδὲ αἰσχρὸν Ἰνδοὶ ἄγουσι τὸ ἐπὶ ἐλέφαντι μιγῆναι, ἀλλὰ καὶ σεμνὸν δοκέει τῇσι γυναιξὶν ἀξίην τὸ κάλλος φανῆναι ἐλέφαντος.
§4 γαμέουσι δὲ οὔτε τι διδόντες οὔτε τι λαμβάνοντες, ἀλλὰ ὅσαι ἤδη ὡραῖαι γάμου, ταύτας δὲ οἱ πατέρες προάγοντες ἐς τὸ ἐμφανὲς κατιστᾶσιν ἐκλέξασθαι τῷ νικήσαντι πάλην πὺξ δρόμον κατʼ ἄλλην τινὰ ἀνδρηίην προκριθέντι.
§5 σιτοφάγοι δὲ καὶ ἀροτῆρες Ἰνδοί εἰσιν, ὅσοι γε μὴ ὄρειοι αὐτῶν· οὗτοι δὲ θηρήια κρέα σιτέονται.
§6 ταῦτά μοι ἀπόχρη δεδηλῶσθαι ὑπὲρ Ἰνδῶν, ὅσα γνωριμώτατα Νέαρχός τε καὶ Μεγασθένης, δοκίμω ἄνδρε, ἀνεγραψάτην·
§7 ἐπεὶ δὲ οὐδὲ ὑπόθεσίς μοι τῆσδε τῆς συγγραφῆς τὰ Ἰνδῶν νόμιμα ἀναγράψαι ἦν, ἀλλὰ ὅκως γὰρ περιεκομίσθη Ἀλεξάνδρῳ ἐς Πέρσας ἐξ Ἰνδῶν στόλος, ταῦτα δέ μοι ἐκβολὴ ἔστω τοῦ λόγου.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up