Book 25
§1 ἐνθαῦτα νεωλκέουσι τὰς νέας, καὶ ὅσαι πεπονηκυῖαι αὐτέων ἐπισκευάζουσι. τῇ δὲ ἕκτῃ ἡμέρῃ ἐστέλλοντο, καὶ πλώσαντες σταδίους ἐς τριηκοσίους ἀπικνέονται ἐς χῶρον, ὃς δὴ ἔσχατος ἦν τῆς Ὠρειτέων γῆς· Μάλανα τῷ χώρῳ οὔνομα.
§2 Ὠρεῖται δὲ ὅσοι ἄνω ἀπὸ θαλάσσης οἰκέουσιν, ἐσταλμένοι μὲν κατάπερ Ἰνδοί εἰσι, καὶ τὰ ἐς πόλεμον ὡσαύτως παραρτέονται· γλῶσσα δὲ ἄλλη αὐτοῖσι τοῖσι καὶ ἄλλα νόμαια.
§3 μῆκος τοῦ παραπλόου παρὰ μὲν χώρην τὴν Ἀραβίων ἐς χιλίους μάλιστα σταδίους, ἔνθενπερ ὡρμήθησαν, παρὰ δὲ τὴν Ὠρειτέων γῆν ἑξακόσιοι καὶ χίλιοι.
§4 παραπλωόντων δὲ τὴν Ἰνδῶν γῆν ʽτὸ ἐνθεῦτεν γὰρ οὐκέτι Ἰνδοί εἰσἰ λέγει Νέαρχος ὃτι αἱ σκιαὶ αὐτοῖσιν οὐ τωὐτὸ ἐποίεον·
§5 ἀλλὰ ὁκότε μὲν ἐπὶ πολλὸν τοῦ πόντου ὡς πρὸς μεσαμβρίην προχωρήσειαν, αἱ δὲ καὶ αὐταὶ πρὸς μεσαμβρίην τετραμμέναι ἐμαίνοντο· ὁκότε δὲ τὸ μέσον τῆς ἡμέρης ἐπέχοι ἥλιος, ἤδη καὶ ἔρημα σκιῆς πάντα ὤφθη αὐτοῖσι.
§6 τῶν τε ἀστέρων ὅσους πρόσθε μετεώρους κατεώρων; οἳ μὲν ἀφανέες πάντη ἦσαν, οἳ δὲ πρὸς αὐτῇ τῇ γῇ ἐφαίνοντο, καταδύνοντές τε καὶ αὐτίκα ἀνατέλλοντες οἱ πάλαι ἀειφανέες ἐόντες.
§7 καὶ ταῦτα οὐκ ἀποικότα δοκέει μοι ἀναγράψαι Νέαρχος· ἐπεὶ καὶ ἐν Συήνῃ τῇ Αἰγυπτίῃ, ἐπεὰν τροπὰς ἄγῃ θέρεος ὥρῃ ἥλιος, φρέαρ ἀποδεδειγμένον ἐστί, καὶ τοῦτο ἄσκιον ἐν μεσαμβρίῃ φαίνεται· ἐν Μερόῃ δὲ πάντα ἄσκια τῇ αὐτῇ ὥρῃ.
§8 οἰκὸς ὦν καὶ ἐν Ἰνδοῖσιν, ἅτε πρὸς μεσαμβρίην ᾠκισμένοισι, τωὐτὰ δὴ πάθεα ἐπέχειν, καὶ μάλιστα δὴ κατὰ τὸν πόντον τὸν Ἰνδικόν, ὅσῳ μᾶλλον αὐτοῖσιν θάλασσα πρὸς μεσαμβρίην κέκλιται. ταῦτα μὲν δὴ ὧδε ἐχέτω.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up