Book 24
§1 ἐνδένδε ὁρμηθέντες ἔπλωον ἀκραεί, καὶ διελθόντες 5 σταδίους ἐς πεντακοσίους ὡρμίζοντο πρὸς ποταμῷ χειμαρρόῳ· Τόμηρος οὔνομα ἦν τῷ ποταμῷ.
§2 καὶ λίμνη ἦν ἐπὶ τῇσιν ἐκβολῇσι τοῦ ποταμοῦ, τὰ δὲ βραχέα τὰ πρὸς τῷ αἰγιαλῷ ἐπῴκεον ἄνθρωποι ἐν καλύβῃσι πνιγηρῇσι. καὶ οὗτοι ὡς προσπλώοντας εἶδον, ἐθάμβησάν τε καὶ παρατείναντες σφᾶς παρὰ τὸν αἰγιαλὸν ἐτάχθησαν ὡς ἀπομαχεόμενοι πρὸς τοὺς ἐκβαίνοντας.
§3 λόγχας δὲ ἐφόρεον παχέας, μέγαθος ὡς ἑξαπήχεας· ἀκωκὴ δὲ οὐκ ἐπῆν σιδηρέη, ἀλλὰ τὸ ὀξὺ αὐτοῖσι πεπυρακτωμένον τωὐτὸ ἐποίεε. πλῆθος δὲ ἦσαν ὡς ἑξακόσιοι.
§4 καὶ τούτους Νέαρχος ὡς ὑπομένοντάς τε καὶ παρατεταγμένους κατεῖδε, τὰς μὲν νέας ἀνακωχεύειν κελεύει ἐντὸς βέλεος, ὡς τὰ τοξεύματα ἐς τὴν γῆν ἀπʼ αὐτέων ἐξικνέεσθαι· αἱ γὰρ τῶν βαρβάρων λόγχαι ἀγχέμαχοι μὲν ἄφοβοι δὲ ἐς τὸ ἐσακοντίζεσθαι ἦσαν.
§5 αὐτὸς δὲ τῶν στρατιωτέων ὅσοι αὐτοὶ τε κουφότατοι καὶ κουφότατα ὡπλισμένοι τοῦ τε νέειν δαημονέστατοι, τούτους δὲ ἐκνήξασθαι κελεύει ἀπὸ συνθήματος.
§6 πρόσταγμα δέ σφισιν ἦν, ὅκως τις ἐκνηξάμενος σταίη ἐν τῷ ὕδατι, προσμένειν τὸν παραστάτην οἱ ἐσόμενον, μηδὲ ἐμβάλλειν πρόσθε ἐς τοὺς βαρβάρους, πρὶν ἐπὶ τριῶν ἐς βάθος ταχθῆναι τὴν φάλαγγα· τότε δὲ δρόμῳ ἐπιέναι ἀλαλάζοντας.
§7 ἅμα δὲ ἐρρίπτεον ἑωυτοὺς οἱ ἐπὶ τῷδε τεταγμένοι ἐκ τῶν νεῶν ἐς τὸν πόντον, καὶ ἐνήχοντο ὀξέως, καὶ ἵσταντο ἐν κόσμῳ, καὶ φάλαγγα ἐκ σφῶν ποιησάμενοι δρόμῳ ἐπῄεσαν αὐτοὶ τε ἀλαλάζοντες τῷ Ἐνυαλίῳ καὶ οἱ ἐπὶ τῶν νεῶν συνεπήχεον, τοξεύματά τε καὶ ἀπὸ μηχανέων βέλεα ἐφέρετο ἐς τοὺς βαρβάρους.
§8 οἳ δὲ τήν τε λαμπρότητα τῶν ὅπλων ἐκπλαγέντες καὶ τῆς ἐφόδου τὴν ὀξύτητα καὶ πρὸς τῶν τοξευμάτων τε καὶ τῶν ἄλλων βελέων βαλλόμενοι, οἷα δὴ ἡμίγυμνοι ἄνθρωποι, οὐδὲ ὀλίγον ἐς ἀλκὴν τραπέντες ἐγκλίνουσι. καὶ οἱ μὲν αὐτοῦ φεύγοντες ἀποθνήσκουσιν, οἳ δὲ καὶ ἁλίσκονται· ἔστι δὲ οἳ καὶ διέφυγον ἐς τὰ οὔρεα.
§9 ἦσαν δὲ οἱ ἁλόντες τά τε ἄλλα δασέες καὶ τὰς κεφαλάς, καὶ τοὺς ὄνυχας θηριώδεες· τοῖσι γὰρ δὴ ὄνυξιν ὅσα σιδήρῳ διαχρᾶσθαι ἐλέγοντο καὶ τοὺς ἰχθύας τούτοισι παρασχίζοντες κατεργάζεσθαι καὶ τῶν ξύλων ἃσαμαλθακώτερα. τὰ δὲ ἄλλα τοῖαι λίθοισι τοῖσιν ὀξέσιν ἔκοπτον· σίδηρος γὰρ αὐτοῖσιν οὐκ ἦν. ἐσθῆτα δὲ ἐφόρεον δέρματα θηρήια, οἳ δὲ καὶ ἰχθύων τῶν μεγάλων τὰ παχέα.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up