Book 26
§1 ἐπὶ δὲ Ὠρείτῃσι κατὰ μὲν μεσογαίην Γαδρώσιοι ἐπεῖχον, ὧν τὴν χώρην χαλεπῶς διεξῆλθεν ἅμα τῇ στρατιῇ Ἀλέξανδρος, καὶ κακὰ τοσαῦτα ἔπαθεν, ὅσα οὐδὲ τὰ σύμπαντα τῆς συμπάσης στρατηλασίης. ταῦτά μοι ἐν τῇ μέζονι συγγραφῇ ἀναγέγραπται. κάτα δὲ Γαδρωσίων.
§2 παρὰ τὴν θάλασσαν αὐτὴν οἱ Ἰχθυοφάγοι καλεόμενοι οἰκέουσι. παρὰ τούτων τὴν γῆν ἔπλωον. τῇ μὲν δή πρώτῃ ἡμέρῃ περὶ δευτέρην φυλακήν ἀναχθέντες καταίρουσιν ἐς Βαγίσαρα· στάδιοι τοῦ παραπλόου ἑξακόσιοι.
§3 λιμήν τε ἔνι αὐτόθι εὔορμος, καὶ κώμη Πάσιρα, ἀπέχουσα ἀπὸ θαλάσσης ἐξήκοντα σταδίους, καὶ οἱ πρόσοικοι αὐτῆς Πασιρέες.
§4 ἐς δὲ τὴν ὑστεραίην πρωιαίτερον τῆς ὥρης ἀναχθέντες περιπλώουσιν ἄκρην ἐπὶ πολλόν τε ἀνέχουσαν ἐς τὸν πόντον καὶ ταύτην ὑψηλὴν καὶ κρημνώδεα.
§5 φρέατα δὲ ὀρύξαντες, ὕδωρ ὀλίγον καὶ πονηρὸν ἀρυσάμενοι ταύτῃ μὲν τῇ ἡμέρῃ ἐπὶ ἀγκυρέων ὥρμεον, ὅτι ῥηχίη κατὰ τὸν αἰγιαλὸν ἀνεῖχεν·
§6 ἐς δὲ τήν ὑστεραίην καταίρουσιν ἐς Κόλτα, σταδίους ἐλθόντες διηκοσίους. ἐνθένδε ἕωθεν πλώσαντες σταδίους ἑξακοσίους ἐν Καλάμοισιν ὁρμίζονται. κώμη πρὸς τῷ αἰγιαλῷ φοίνικες δὲ περὶ αὐτὴν ὀλίγοι ἐπεφύκεσαν, καὶ βάλανοι ἐπʼ αὐτοῖσι χλωραὶ ἐπῆσαν. καὶ νῆσος ὡς ἑκατὸν σταδίους ἀπὸ τοῦ αἰγιαλοῦ ἀπέχουσα, Καρνίνη οὔνομα.
§7 ἐνθαῦτα ξείνια Νεάρχῳ προσφέρουσιν οἱ κωμῆται πρόβατα καὶ ἰχθύας· καὶ τῶν προβάτων τὰ κρέα λέγει ὅτι ἦν ἰχθυώδεα, ἴσα τοῖαι τῶν ὀρνίθων τῶν πελαγίων, ὅτι καὶ αὐτὰ ἰχθύας σιτέεται· ποίη γὰρ οὐκ ἔνι ἐν τῇ χώρῃ.
§8 ἀλλὰ τῇ ὑστεραίῃ πλώσαντες ἐς σταδίους διηκοσίους ὁρμίζονται πρὸς αἰγιαλῷ καὶ κώμῃ ἀπὸ θαλάσσης ἐς σταδίους τριήκοντα ἀπεχούσῃ· μὲν κώμη Κίσσα ἐκαλέετο, Καρβὶς δὲ τῷ αἰγιαλῷ οὔνομα ἦν.
§9 ἐνθαῦτα πλοίοισιν ἐπιτυγχάνουσι σμικροῖσιν, οἷα ἁλιέων πλοῖα οὐκ εὐδαιμόνων· αὐτοὺς δὲ οὐ καταλαμβάνουσιν, ἀλλʼ ἔφυγον γὰρ κατορμιζομένας κατιδόντες τὰς νέας. σῖτός τε αὐτόθι οὐκ ἐνῆν, καἰ ἐπελελοίπει τὴν στρατιὴν πολλός· ἀλλὰ αἶγας ἐμβαλόμενοι ἐς τὰς νέας, οὕτω δὴ ἀπέπλωον. καὶ περιπλώσαντες ἄκρην ὑψηλὴν ὅσον πεντήκοντα καὶ ἑκατὸν σταδίους ἀνέχουσαν ἐς τὸν πόντον, κατάγονται ἐν λιμένι ἀκλύστῳ. καὶ ὕδωρ αὐτόθι ἦν, καὶ ἁλιέες ᾤκεον· Μοσαρνὰ οὔνομα ἦν τῷ λιμένι.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up