Book 38
§1 μέχρι τοῦδε Καρμανίη· τὰ δὲ ἀπὸ τοῦδε Πέρσαι ἔχουσι. μῆκος τοῦ πλόου παρὰ τὴν Καρμανίων χώρην στάδιοι τρισχίλιοι καὶ ἑπτακόσιοι. ζώουσι δὲ κατάπερ Πέρσαι, ὅτι καὶ ὅμουροί εἰσι Πέρσῃσι· καὶ τὰ ἐς τὸν πόλεμον ὡσαύτως κοσμέονται.
§2 ἐνθένδε ἄραντες παρὰ τὴν Περσίδα ἤδη ἔπλωον, καὶ κατάγονται ἐς Ἴλαν χῶρον, ἵνα λιμὴν πρὸς νήσου σμικρῆς καὶ ἐρήμης γίνεται· οὔνομα τῇ νήσῳ Καΐκανδρος, δὲ πλόος στάδιοι τετρακόσιοι.
§3 ὑπὸ δὲ τὴν ἕω ἐς ἄλλην νῆσον πλώσαντες ὁρμίζονται οἰκεομένην, ἵνα καὶ μαργαρίτην θηρᾶσθαι λέγει Νέαρχος κατάπερ ἐν τῇ Ἰνδῶν θαλάσσῃ. ταύτης τῆς νήσου τὴν ἄκρην παραπλώσαντες σταδίους ὡς τεσσαράκοντα, ἐνθαῦτα ὡρμίσθησαν.
§4 ἐνθένδε πρὸς οὔρεϊ ὁρμίζονται ὑψηλῷὮχος οὔνομα τῷ οὔρεϊἔν λιμένι εὐόρμῳ, καὶ ἁλιέες αὐτόθι ᾤκεον.
§5 καὶ ἔνθεν πλώσαντες σταδίους τετρακοσίους τε καὶ πεντήκοντα, ὁρμίζονται ἐν Ἀποστάνοισι· καὶ πλοῖα πολλὰ αὐτόθι ὥρμεε, κώμη τε ἐπῆν ἀπέχουσα ἀπὸ θαλάσσης σταδίους ἑξήκοντα.
§6 νυκτὸς δέ ἄραντες ἐνθεῦτεν ἐσπλώουσιν ἐς κόλπον συνοικεόμενον πολλῇσι κώμῃσι. στάδιοι τοῦ πλόου τετρακόσιοι· ὁρμίζονται δὲ πρὸς ὑπωρείῃ. ταύτῃ φοίνικές τε πολλοὶ ἐπεφύκεσαν καὶ ὅσα ἄλλα ἀκρόδρυα ἐν τῇ Ἑλλάδι φύεται.
§7 ἐνθένδε ἄραντες ἐς Γώγανα παραπλώουσι σταδίους μάλιστα ἐς ἑξακοσίους ἐς χώρην οἰκεομένην· ὁρμίζονται δέ ποταμοῦ χειμαρρόουοὔνομα δέ οἱ Ἀρεώνἐν τῇσιν ἐκβολῇσιν. ἐνθαῦτα χαλεπῶς ὁρμίζονται· στεινὸς γὰρ ἦν ἔσπλοος κατὰ τὸ στόμα, ὅτι βραχέα τὰ κύκλῳ αὐτοῦ ἀνάπωτις ἐποίεε.
§8 καὶ ἔνθεν αὖ ἐν στόματι ἄλλου ποταμοῦ ὁρμίζονται, διεκπλώσαντες σταδίους ἐς ὀκτακοσίους· Σιτακὸς οὔνομα τῷ ποταμῷ ἦν. ἀλλὰ οὐδὲ ἐν τούτῳ εὐμαρέως ὁρμίζονται, καὶ πλόος ἅπας οὗτος παρὰ τὴν Περσίδα βραχέα τε ἦν καὶ ῥηχίη καὶ τενάγεα.
§9 ἐνθαῦτα σῖτον καταλαμβάνουσι πολλὸν συγκεκομισμένον κατὰ πρόσταξιν τοῦ βασιλέος, ὡς σφίσιν εἶναι ἐπισιτίσασθαι· ἐνθαῦτα ἔμειναν ἡμέρας τὰς πάσας μίαν καὶ εἴκοσι, καὶ τὰς νέας ἀνειρυσάμενοι, ὅσαι μὲν ἐπεπονήκεσαν ἐπεσκεύαζον, τὰς δὲ ἄλλας ἐθεράπευον.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up