Book 35
§1 ἀναλαβόντες δὲ αὐτοὺς ἐπὶ τὰς ἀπήνας ὀπίσω ἤλαυνον. καί τινες αὐτῶν τούτων ὑποφθάσαι ἐθελήσαντες τὴν ἀγγελίην, προδραμόντες λέγουσιν Ἀλεξάνδρῳ ὅτιοὗτός τοι Νέαρχος, καὶ σὺν αὐτῷ Ἀρχίης καὶ πέντε ἄλλοι κομίζονται παρὰ σέ,” ὑπὲρ δὲ τοῦ στρατοῦ παντὸς οὐδὲν εἶχον ὑποκρίνασθαι.
§2 τοῦτο ἐκεῖνο συνθεὶς Ἀλέξανδρος, τοὺς μὲν παραλόγως ἀποσωθῆναι, τὴν στρατιὴν δὲ πᾶσαν διεφθάρθαι αὐτῷ, οὐ τοσόνδε Νεάρχου τε καὶ Ἀρχίεω τῇ σωτηρίῃ ἔχαιρεν, ὅσον ἐλύπεεν αὐτὸν ἀπολομένη στρατιὴ πᾶσα.
§3 οὔπω πάντα εἴρητο, καὶ Νέαρχός τε καὶ Ἀρχίης προσῆγον. τοὺς δὲ μόλις καὶ χαλεπῶς ἐπέγνω Ἀλέξανδρος· ὅτι τε κομόωντας καὶ κακῶς ἐσταλμένους κατεώρα, ταύτῃ μᾶλλόν τι βεβαιότερον αὐτῷ τὸ ἄχος ὑπὲρ τῆς στρατιῆς τῆς ναυτικῆς ἐγίνετο.
§4 δὲ τὴν δεξιὴν Νεάρχῳ ἐμβαλὼν καὶ ἀπαγαγὼν μοῦνον ἀπὸ τῶν ἑταίρων τε καὶ τῶν ὑπασπιστέων, πολλὸν χρόνον ἐδάκρυεν·
§5 ὀψὲ δὲ ἀνενεγκὼνἀλλὰ σύγε ἡμῖν ὅτι ἐπανήκεις σῷοσἔφηκαὶ Ἀρχίης οὗτος, ἔχοι ἂν ἔμοιγε ὡς ἐπὶ συμφορῇ τῇ ἁπάσῃ μετρίως· αἱ δέ τοι νέες καὶ στρατιὴ κοίῳ τινὶ τρόπῳ διεφθάρησαν;”
§6 δὲ ὑπολαβών βασιλεῦ,” ἔφηκαὶ αἱ νέες τοι σῷαί εἰσι καὶ στρατός· ἡμεῖς δὲ αὐτάγγελοι τῆς σωτηρίης αὐτῶν ἥκομεν.
§7 ἔτι μᾶλλον ἐδάκρυεν Ἀλέξανδρος, κατʼ ὅτι ἀνέλπιστός οἱ σωτηρίη τοῦ στρατοῦ ἐφαίνετο· καὶ ὅκου ὁρμέουσιν αἱ νέες ἀνηρώτα. δὲαὗταιἔφηἐν τῷ στόματι τοῦ Ἀνάμιδος ποταμοῦ ἀνειρυσμέναι ἐπισκευάζονται.
§8 Ἀλέξανδρος δὲ τόν τε Δία τὸν Ἑλλήνων καὶ τὸν Ἄμμωνα τὸν Λιβύων ἐπόμνυσιν, μὲν μεζόνως ἐπὶ τῇδε τῇ ἀγγελίῃ χαίρειν ὅτι τὴν Ἀσίην πᾶσαν ἐκτημένος ἔχει. καὶ γὰρ τὸ ἄχος οἱ τὸ ἐπὶ τῇ ἀπωλείῃ τῆς στρατιῆς ἀντίρροπον γενέσθαι τῇ ἄλλῃ πάσῃ εὐτυχίῃ.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up