Book 2
§1 τὰ δὲ ἀπὸ τοῦ Ἰνδοῦ πρὸς ἕω, ταῦτά μοι ἔστω Ἰνδῶν γῆ, καὶ Ἰνδοὶ οὗτοι ἔστων. οὖροι δὲ τῆς Ἰνδῶν γῆς πρὸς μὲν βορέεω ἀνέμου Ταῦρος τὸ οὖρος.
§2 καλέεται δὲ οὐ Ταῦρος ἔτι ἐν τῇ γῇ ταύτῃ, ἀλλὰ ἄρχεται μὲν ἀπὸ θαλάσσης Ταῦρος τῆς κατὰ Παμφύλους τε καὶ Λυκίην καὶ Κίλικας, παρατείνει δὲ ἔστε ἐπὶ τὴν πρὸς ἕω θάλασσαν, τέμνων τὴν Ἀσίην πᾶσαν.
§3 ἄλλο δὲ ἄλλῃ καλέεται τὸ οὖρος, τῇ μὲν Παραπάμισος τῇ δὲ Ἠμωδός· ἄλλῃ δὲ Ἴμαον κληίζεται, καὶ τυχὸν ἄλλα καὶ ἄλλα ἔχει οὐνόματα.
§4 Μακεδόνες δὲ οἱ σὺν Ἀλεξάνδρῳ στρατεύσαντες Καύκασον αὐτὸ ἐκάλεον, ἄλλον τοῦτον Καύκασον, οὐ τὸν Σκυθικόν, ὡς καὶ τὰ ἐπέκεινα τοῦ Καυκάσου λόγον κατέχεον ὅτι ἐπῆλθεν Ἀλέξανδρος.
§5 τὰ πρὸς ἑσπέρην δὲ τῆς Ἰνδῶν γῆς ποταμὸς Ἰνδὸς ἀπείργει ἔστε ἐπὶ τὴν μεγάλην θάλασσαν, ἵναπερ αὐτὸς κατὰ δύο στόματα ἐκδιδοῖ, οὐ συνεχέα ἀλλήλοισι τὰ στόματα,
§6 κατάπερ τὰ πέντε τοῦ Ἴστρου ἐστὶ συνεχέα, ἀλλὰ ὡς τὰ τοῦ Νείλου, ὑπʼ ὅτων τὸ Δέλτα ποιέεται τὸ Αἰγύπτιον, ὧδέ τοι καὶ τὸ τῆς Ἰνδῶν γῆς Δέλτα ποιέει Ἰνδὸς ποταμός, οὐ μεῖον τοῦ Αἰγυπτίου· καὶ τοῦτο Πάταλα τῇ Ἰνδῶν γλώσσῃ καλέεται.
§7 τὸ δὲ πρὸς νότου τε ἀνέμου καὶ μεσαμβρίης αὐτὴ μεγάλη θάλασσα ἀπείργει τὴν Ἰνδῶν γῆν, καὶ τὰ πρὸς ἕω αὐτὴ θάλασσα ἀπείργει.
§8 τὰ μὲν πρὸς μεσαμβρίης κατὰ Πάταλά τε καὶ τοῦ Ἰνδοῦ τὰς ἐκβολὰς ὤφθη πρός τε Ἀλεξάνδρου καὶ Μακεδόνων καὶ πολλῶν Ἑλλήνων· τὰ δὲ πρὸς ἕω Ἀλέξανδρος μὲν οὐκ ἐπῆλθε πρόσω ποταμοῦ Ὑφάσιος,
§9 ὀλίγοι δὲ ἀνέγραψαν τὰ μέχρι ποταμοῦ Γάγγεω καὶ ἵνα τοῦ Γάγγεω αἱ ἐκβολαὶ καὶ πόλις Παλίμβοθρα μεγίστη τῶν Ἰνδικῶν πρὸς τῷ Γάγγῃ.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up