Book 41
§1 σταδίους δὲ πεντακοσίους κομισθέντες ὁρμίζονται ἐπὶ στόματι λίμνης ἰχθυώδεος, οὔνομα Κατάδερβις· καὶ νησὶς ἐπῆν τῷ στόματι· Μαργάστανα τῇ νησῖδι οὔνομα.
§2 ἐνθένδε δὲ ὑπὸ τὴν ἕω ἐκπλώσαντες κατὰ βραχέα ἐκομίζοντο ἐπὶ μιῆς νεός· πασσάλοισι δὲ ἔνθεν καὶ ἔνθεν πεπηγόσιν ἀπεδηλοῦτο τὰ βραχέα, κατάπερ ἐν τῷ μεσσηγὺς Λευκάδος τε νήσου ἰσθμῷ καὶ Ἀκαρνανίης ἀποδέδεικται σημήια τοῖσι ναυτιλλομένοισι τοῦ μὴ ἐποκέλλειν ἐν τοῖσι βραχέσι τὰς νέας.
§3 ἀλλὰ τὰ μὲν κατὰ Λευκάδα ψαμμώδεα ἐόντα τοῖσιν ἐποκείλασι ταχέαν τὴν ὑπονόστησιν ἐνδιδοῖ· κεῖθι δὲ πηλός ἐστιν ἐπʼ ἑκάτερα τοῦ πλεομένου βαθὺς καὶ ἰλυώδης, ὥστε οὐδεμιῇ μηχανῇ ἐποκείλασιν ἦν ἀποσωθῆναι.
§4 οὔτε γὰρ κοντοὶ κατὰ τοῦ πηλοῦ δύνοντες αὐτοῖς οὐδέν τι ἐπωφέλεον, ἀνθρώποις τε ἐκβῆναι τοῦ ἀπῶσαι τὰς νέας ἐς τὰ πλεόμενα ἄπορον ἐγίνετο· ἔδυνον γὰρ κατὰ τοῦ πηλοῦ ἔστε ἐπὶ τὰ στήθεα.
§5 οὕτω δὴ χαλεπῶς διεκπλώσαντες ἐς σταδίους ἑξακοσίους κατὰ νέα ἕκαστοι ὁρμισθέντες, ἐνθαῦτα δείπνου ἐμνήσθησαν.
§6 τὴν νύκτα δὲ ἤδη κατὰ βάθεα ἔπλωον καὶ τὴν ἐπεξῆς ἡμέρην ἔστε ἐπὶ βουλυτόν· καὶ ἦλθον σταδίους ἐνακοσίους, καὶ κατωρμίσθησαν ἐπὶ τῷ στόματι τοῦ Εὐφράτεω πρὸς κώμῃ τινὶ τῆς Βαβυλωνίης χώρηςοὔνομα δὲ αὐτῇ Διρίδωτις —,
§7 ἵνα λιβανωτόν τε ἀπὸ τῆς πέριξ γῆς οἱ ἔμποροι ἀγινέουσι καὶ τὰ ἄλλα ὅσα θυμιήματα Ἀράβων γῆ φέρει.
§8 ἀπὸ δὲ τοῦ στόματος τοῦ Εὐφράτεω ἔστε ἐπὶ Βαβυλῶνα λέγει Νέαρχος σταδίους εἶναι ἐς τρισχιλίους καὶ τριηκοσίους.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up