Book 7
§1 ἔθνεα δὲ Ἰνδικὰ εἴκοσι καὶ ἑκατὸν τὰ πάντα λέγει
§25 Μεγασθένης, δυοῖν δέοντα. καὶ πολλὰ μὲν εἶναι ἔθνεα Ἰνδικὰ καὶ αὐτὸς συμφέρομαι Μεγασθένεϊ, τὸ δὲ ἀτρεκὲς. οὐκ ἔχω εἰκάσαι ὅκως ἐκμαθὼν ἀνέγραψεν, οὔτε πολλοστὸν μέρος τῆς Ἰνδῶν γῆς ἐπελθών, οὔτε ἐπιμιξίης πᾶσι τοῖσι γένεσιν ἐούσης ἐς ἄλληλα.
§2 πάλαι μὲν δὴ νομάδας εἶναι Ἰνδούς, κατάπερ Σκυθέων τοὺς οὐκ ἀροτῆρας, οἳ ἐν τῇσιν ἁμάξῃσι πλανεύμενοι ἄλλοτε ἄλλην τῆς Σκυθίης ἀμείβουσιν, οὔτε πόλιας οἰκέοντες οὔτε ἱρὰ θεῶν σέβοντες.
§3 οὕτω μηδὲ Ἰνδοῖσι πόλιας εἶναι μηδὲ ἱρὰ θεῶν δεδομημένα, ἀλλὰ ἀμπίσχεσθαι μὲν δορὰς θηρίων ὅσων κατακάνοιεν, σιτέεσθαι δὲ τῶν δενδρέων τὸν φλοιόν. καλέεσθαι δὲ τὰ δένδρεα ταῦτα τῇ Ἰνδῶν φωνῇ τάλα, καὶ φύεσθαι ἐπʼ αὐτῶν, κατάπερ τῶν φοινίκων ἐπὶ τῇσι κορυφῇσιν, οἷά περ τολύπας.
§4 σιτέεσθαι δὲ καὶ τῶν θηρίων ὅσα ἕλοιεν ὠμοφαγέοντας, πρίν γε δὴ Διόνυσον ἐλθεῖν ἐς τὴν χώρην τὴν Ἰνδῶν.
§5 Διόνυσον δὲ ἐλθόντα, ὡς καρτερὸς ἐγένετο Ἰνδῶν, πόλιάς τε οἰκίσαι καὶ νόμους θέσθαι τῇσι πόλισιν, οἴνου τε δοτῆρα Ἰνδοῖσι γενέσθαι κατάπερ Ἕλλησι, καὶ σπείρειν διδάξαι τὴν γῆν διδόντα αὐτὸν σπέρματα,
§6 οὐκ ἐλάσαντος ταύτῃ Τριπτολέμου, ὅτε περ ἐκ Δήμητρος ἐστάλη σπείρειν γῆν πᾶσαν, πρὸ Τριπτολέμου τις οὗτος Διόνυσος ἐπελθὼν τὴν Ἰνδῶν γῆν σπέρματά σφισιν ἔδωκε καρποῦ τοῦ ἡμέρου.
§7 βόας τε ὑπʼ ἄροτρον ζεῦξαι Διόνυσον πρῶτον, καὶ ἀροτῆρας ἀντὶ νομάδων ποιῆσαι Ἰνδῶν τοὺς πολλούς, καὶ ὁπλίσαι ὅπλοισι τοῖσιν ἀρηίοισι.
§8 καὶ θεοὺς σέβειν ὅτι ἐδίδαξε Διόνυσος ἄλλους τε καὶ μάλιστα δὴ ἑωυτὸν κυμβαλίζοντας καὶ τυμπανίζοντας· καὶ ὄρχησιν δὲ διδάξαι τὴν σατυρικήν,
§9 τὸν κόρδακα παρʼ Ἕλλησι καλεόμενον, καὶ κομᾶν Ἰνδοὺς τῷ θεῷ. μιτρηφορέειν τε ἀναδεῖξαι, καὶ μύρων ἀλοιφὰς ἐκδιδάξαι.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up