Book 28
§1 προσάγοντι δὲ αὐτῷ πρὸς τὰ τείχεα φιλίως ξείνια ἔφερον ἐκ τῆς πόλιος θύννους τε ἐν κριβάνοισιν ὀπτούςοὗτοι γὰρ ἔσχατοι τῶν Ἰχθυοφάγων οἰκέοντες πρῶτοι αὐτοῖσιν ὤφθησαν οὐκ ὠμοφαγέοντεςκαὶ πέμματα ὀλίγα καὶ βαλάνους φοινίκων.
§2 δὲ ταῦτα μὲν ἄσμενος δέκεσθαι ἔφη, ἐθέλειν δὲ θεήσασθαι τὴν πόλιν· οἳ δὲ εἴων παρελθεῖν.
§3 ὡς δὲ ἔσω πυλέων παρῆλθε, δύο μὲν τῶν τοξοτέων κατέχειν κελεύει τὴν πυλίδα, αὐτὸς δὲ μετὰ δυοῖν ἄλλοιν καὶ τοῦ ἑρμηνέος ἐπὶ τὸ τεῖχος τὸ ταύτῃ ἀνελθὼν ἐσήμηνε τοῖσιν ἀμφὶ Ἀρχίην ὅκως συνεκέετο. τὸν μὲν ὦν σημῆναι, τὸν δὲ συμβαλόντα ποιέειν τὸ τεταγμένον.
§4 ἰδόντες δὲ τὸ σημήιον οἱ Μακεδόνες ἐπώκελλόν τε κατὰ τάχος τὰς νέας καὶ ἐξεπήδων σπουδῇ ἐς τὴν θάλασσαν, οἱ δὲ βάρβαροι ἐκπλαγέντες τοῖσι γινομένοισιν ἐπὶ τὰ ὅπλα ἔθεον.
§5 δὲ ἑρμηνεὺς σὺν Νεάρχῳ ἐκήρυσσε σῖτον δοῦναι τῇ στρατιῇ, εἰ σῴην ἐθέλουσιν ἔχειν τὴν πόλιν· οἳ δὲ ἠρνέοντο εἶναι σφίσι, καὶ ἅμα προσέβαλλον τῷ τείχεϊ. ἀλλὰ ἀνέστελλον αὐτοὺς οἱ τοξόται οἱ ἀμφὶ Νέαρχον, ἐξ ὑπερδεξίου τοξεύοντες.
§6 ὡς δὲ ἔμαθον ἐχομένην τε ἤδη καὶ ὅσον οὔπω ἀνδραποδισθησομένην σφίσι τὴν πόλιν, τότε δὴ ἐδέοντο τοῦ Νεάρχου, τὸν μὲν σῖτον ὅσπερ ἦν αὐτοῖσι λαβόντα ἀπαγαγεῖν, τὴν πόλιν δὲ μὴ διαφθεῖραι.
§7 Νέαρχος δὲ τὸν μὲν Ἀρχίην κελεύει καταλαβεῖν τὰς πύλας καὶ τὸ κατʼ αὐτὰς τεῖχος, αὐτὸς δὲ συμπέμπει τοὺς κατοψομένους τὸν σῖτον εἰ ἀδόλως δεικνῦσιν.
§8 οἳ δὲ τὸ μὲν ἀπὸ τῶν ἰχθύων τῶν ὀπτῶν ἀληλεσμένον ἄλευρον πολλὸν ἐδείκνυν, πυροὺς δὲ καὶ κριθὰς ὀλίγας· καὶ γὰρ ἐτύγχανον σίτῳ μὲν τῷ ἀπὸ τῶν ἰχθύων, τοῖσι δὲ ἄρτοισιν ὅσα ὄψῳ διαχρεόμενοι.
§9 ὡς δὲ τὰ ἐόντα ἐπεδείκνυν, οὕτω δὴ ἐκ τῶν παρεόντων ἐπισιτισάμενοι ἀνήγοντο, καὶ ὁρμίζονται πρὸς ἄκρῃ, ἥντινα οἱ ἐπιχώριοι ἱρὴν Ἡλίου ἦγον· οὔνομα τῇ ἄκρῃ Βάγεια.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up