Book 39
§1 ἐνθένδε ὁρμηθέντες ἐς Ἱέρατιν πόλιν ἀπίκοντο, ἐς χῶρον οἰκεόμενον. ἑπτακόσιοι καὶ πεντήκοντα στάδιοι πλόος· ὡρμίσθησαν δὲ ἐν διώρυχι ἀπὸ τοῦ ποταμοῦ ἐμβεβλημένῃ ἐς θάλασσαν, οὔνομα ἦν Ἠράτεμις.
§2 ἅμα δὲ ἡλίῳ ἀνίσχοντι παραπλώουσιν ἐς ποταμὸν χειμάροον, οὔνομα Πάδαργον, δὲ χῶρος χερσόνησος ἅπας. καὶ ἐν αὐτῷ κῆποί τε πολλοὶ καὶ ἀκρόδρυα παντοῖα ἐφύετο· οὔνομα τῷ χώρῳ Μεσαμβρίη.
§3 ἐκ Μεσαμβρίης δὲ ὁρμηθέντες καὶ διεκπλώσαντες σταδίους μάλιστα ἐς διηκοσίους ἐς Ταόκην ὁρμίζονται ἐπὶ ποταμῷ Γράνιδι. καὶ ἀπὸ τούτου ἐς τὸ ἄνω τὰ Περσέων βασιλήια ἦν, ἀπέχοντα τοῦ ποταμοῦ τῶν ἐκβολέων σταδίους ἐς διηκοσίους.
§4 κατὰ τοῦτον τὸν παράπλοον λέγει Νέαρχος ὀφθῆναι κῆτος ἐκβεβλημένον ἐς τὴν ἠιόνα, καὶ τοῦτο προσπλώσαντάς τινας τῶν ναυτέων ἐκμετρῆσαι καὶ φάναι εἶναι πήχεων πεντήκοντα·
§5 δέρμα δὲ αὐτῷ εἶναι φολιδωτόν, οὕτω τι ἐς βάθος ἧκον, ὥστε καὶ ἐπὶ πῆχυν ἐπέχειν· ὄστρεά τε καὶ λοπάδας καὶ φυκία πολλά ἔχειν ἐπιπεφυκότα. καὶ δελφῖνας λέγει ὅτι κατορᾶν ἦν πολλοὺς ἀμφὶ τῷ κήτεϊ, καὶ τῶν ἐν τῇ ἔσω θαλάσσῃ μέζονας τοὺ δελφῖνας.
§6 ἐνθένδε ὁρμηθέντες κατάγονται ἐς Ῥόγονιν ποταμὸν χειμάρροον ἐν λιμέντ εὐόρμῳ· μῆκος τοῦ παραπλόου στάδιοι διηκόσιοι.
§7 ἐνθένδε τετρακοσίους σταδίους διεκπλώσαντες αὐλίζονται ἐν ποταμῷ χειμαρρόῳ· Βρίξανα τῷ ποταμῷ οὔνομα. ἐνθαῦτα χαλεπῶς ὡρμίσαντο, ὅτι ῥηχίη ἦν καὶ βραχέα, καὶ χοιράδες ἐκ τοῦ πόντου ἀνεῖχον. ἀλλὰ ὅτε πλήμμυρα ἐπῄει, τότε ὡρμίσαντο·
§8 ὑπονοστήσαντος δὲ τοῦ ὕδατος, ἐπὶ ξηροῦ ὑπελείφθησαν αἱ νέες. ἐπεὶ δὲ πλημμυρὶς ἐν τάξι ἀμείβουσα ἐπανῆλθε, τότε δὴ ἐκπλώσαντες ὁρμίζονται ἐπὶ ποταμῷ·
§9 οὔνομα σὲ τῷ ποταμῷ Ὀροάτις. μέγιστος δὲ τῶν ποταμῶν, ὡς λέγει Νέαρχος, ὅσοι ἐν τῷ παραπλόῳ τῷδε ἐμβάλλουσιν ἐς τὸν ἔξω πόντον.
Tap any Greek word to look it up
An open-access project
Hercher 1885
Teubner
Hercher & Eberhard, Teubner, 1885 · 1885
The Editor

Rudolf Hercher (1821–1878) was a German classical scholar who edited a wide range of Greek prose texts for the Teubner series, including the Greek epistolographers and several volumes of Greek historians. His output was prodigious, and while some of his editions have been superseded, many remain the most recent critical text available for minor Greek prose authors.

About This Edition

Hercher's Teubner editions, produced during the mid-19th century, provide critical texts of Greek prose authors — many of whom have received little editorial attention since. The editions are characterised by a thorough apparatus criticus and occasionally bold emendation. For many of the texts Hercher edited, no more recent critical edition exists.

Tap any Greek word to look it up